Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
καὶ τοῦθ’ ὑπέμενον, οὐκ “ἐφ’ ὅσον προσδιελέγετο οὐδ’ αὐτοῖς ἐσχόλαζεν ὁ “ἡγεμὼν, ἀλλὰ μονονουχὶ δι’ ὅλης τῆς ἡμέρας. ὅτε “γὰρ καὶ ἐφ’ ἑτέρους μετέβαινε, τοῖς προτέροις κα- “τελίμπανεν ἐφεδρεύειν τοὺς τῇ ἐξουσίᾳ αὐτοῦ ὑπη- “ρετουμένους, εἴ πού τις ἡττηθεὶς τῶν βασάνων ‘ἐνδιδόναι ἐδόκει, ἀφειδῶς δὲ κελεύων καὶ τοῖς ‘δεσμοῖς προσιέναι, καὶ μετὰ ταῦτα ψυχορραγοῦν- “τας αὐτοὺς κατατιθεμένους εἰς τὴν γῆν ἕλκεσθαι· “
οὐ γὰρ εἶναι κἂν μέρος φροντίδος αὐτοῖς περὶ “ἡμῶν, ἀλλ’ οὕτω καὶ διανοεῖσθαι καὶ πράττειν, “ὡς μηκέτ’ ὄντων, ταύτην δευτέραν ἐπὶ ταῖς πληγαῖς τῶν ὑπεναντίων ἐφευρόντων.
ἦσαν δὲ οἶ ‘καὶ μετὰ τοὺς αἰκισμοὺς ἐπὶ τοῦ ξύλου κείμενοι διὰ “τῶν τεσσάρων ὀπῶν διατεταμένοι ἄμφω τὼ πόδε, “ὠς καὶ κατ’ ἀνάγκην αὐτοὺς ἐπὶ τοῦ ξύλου ὑπτίους εἶναι, μὴ δυναμένους διὰ τὸ ἔναυλα τὰ τραύματα ἀπὸ τῶν πληγῶν καθ’ ὅλου τοῦ σώματος ἔχειν· ἕτεροι δὲ εἰς τοὔδαφος ῥιφέντες ἔκειντο ὑπὸ τῆς τῶν βασάνων ἀθρόας προσβολῆς, δεινοτέραν τὴν ‘ὄψιν τῆς ἐνεργείας τοῖς ὁρῶσι παρέχοντες, ποικίλας καὶ διαφόρους ἐν τοῖς σώμασι φέροντες τῶν βασάνων τὰς ἐπινοίας.
τούτων οὕτως ἐχόντων οἱ
οὕτω γοῦν ἡνίκα προστέτακτο αἱρέσεως κειμένης, ἢ ἐφαψάμενον τῆς ἐναγοῦς θυσίας ἀνενόχλητον εἶναι, τῆς ἐπαράτου ἐλευθερίας παρ’ αὐτῶν “τυχόντα, ἢ μὴ θύοντα τὴν ἐπὶ θανάτῳ δίκην “χεσθαι, οὐδὲν μελλήσαντες ἀσμένως ἐπὶ τὸν θάνα- “τον ἐχώρουν· ᾔδεσαν γὰρ τὰ ὑπὸ τῶν ἱερῶν γρα- “φῶν ἡμῖν προορισθέντα. ὁ γὰρ θυσιάζων, φησὶ “θεοῖς ἑτέροις ἐξολοθρευθήσεται, καί· ὅτι οὐκ ἔσον- “ταί ταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.”
τοιαῦται τοῦ ὡς ἀληθῶς φιλοσόφου τε ὁμοῦ καὶ φιλοθέου μάρτυρος αἶ φωναὶ, ἃς πρὸ τῆς τελευταίας ἀποφάσεως ὑπὸ τὴν δεσμωτικὴν ἔθ’ ὑπάρχων τάξιν τοῖς κατὰ τὴν αὐτοῦ παροικίαν ἀδελφοῖς ἐπεστάλκει, ἄμα μὲν τὰ ἐν οἶς ἦν ἀνατιθέμενος, ἅμα δὲ καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸ ἀπρὶξ ἔχεσθαι καὶ μετ’ αὐτὸν ὅσον οὔπω τελειωθησόμενον τῆς ἐν Χριστῷ θεοσεβείας.
ἀλλὰ τί χρὴ πολλὰ λέγειν, καὶ καινοτέρας ἐπὶ καινοτέραις τῶν ἀνὰ τὴν οἰκουμένην θεοπρεπῶν μαρτύρων ἀθλήσεις παρατίθεσθαι, καὶ μάλιστα τῶν οὐκέτι μὲν κοινῷ νόμῳ, πολέμου δὲ τρόπῳ πεπολιορκημένων;
[Nic. H. E. VII, 10] Ἤδη γοῦν ὅλην Χριστιανῶν πολίχνην αὔτανδρον ἀμφὶ τὴν Φρυγίαν ἐν κύκλῳ περιβαλόντες ὁπλῖται, πῦρ τε ὑφάψαντες, [*](14 Exod. 22, 20. Exod. 20, 3.)
καί τις ἕτερος ῾Ρωμαϊκῆς ἀξίας ἐπειλημμένος, Ἄδαυκτος ὄνομα, γένος τῶν παρ᾿ Ἰταλοῖς ἐπισήμων, διὰ πάσης διελθὼν ἀνὴρ τῆς παρὰ βασιλεῦσι τιμῆς, ὡς καὶ τὰς καθόλου διοικήσεις τῆς παρ᾿ αὐτοῖς καλουμένης μαγιστρότητός τε καὶ καθολικότητος ἀμέμπτως διελθεῖν, ἐπὶ πᾶσι τούτοις διαπρέψας τοῖς ἐν θεοσεβείᾳ κατορθώμασι καὶ ταῖς εἰς τὸν Χριστὸν τοῦ θεοῦ ὁμολογίαις, τῷ τοῦ μαρτυρίου διαδήματι κατεκοσμήθη, ἐπ᾿ αὐτῆς τῆς τοῦ καθολικοῦ πράξεως τὸν ὑπὲρ εὐσεβείας ὑπομείνας ἀγῶνα.
[Nic. H. E. VII, 11] Τί με χρὴ νῦν ἐπ᾿ ὀνόματος τῶν λοιπῶν μνημονεύειν, ἢ τὸ πλῆθος τῶν ἀνδρῶν ἀριθμεῖν, ἢ τὰς πολυτρόπους αἰκίας ἀναζωγραφεῖν τῶν θαυμασίων Χριστοῦ μαρτύρων, τοτὲ μὲν πέλυξιν ἀναιρουμένων, οἷα γέγονε τοῖς ἐπ᾿ Ἀραβίας, τοτὲ δὲ τὰ σκέλη καταγνυμένων, οἷα τοῖς ἐν Καππαδοκίᾳ συμβέβηκε, καὶ ποτὲ μὲν κατὰ κεφαλῆς ἐκ τοῖν ποδοῖν εἰς ὕψος ἀναρτωμένων, καὶ μαλθακοῦ πυρὸς ὑποκαιομένου τῷ παραπεμπομένῳ καπνῷ τῆς φλεγομένης ὕλης ἀποπνιγομένων, οἷα τοῖς ἐν Μέσῃ τῶν ποταμῶν ἐπήχθη, ποτὲ δὲ ῥῖνας καὶ ὦτα καὶ χεῖρας ἀκρωτηριαζομένων, τά τε λοιπὰ τοῦ σώματος μέλη καὶ μέρη κρεουργουμένων, οἷα τὰ ἐπ᾿ Ἀλεξανδρείας ἦν;