Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

μέλλοντα δὲ ἤδη καὶ σχεδὸν εἰπεῖν τοῖς καθ᾿ ἡμῶν γράμμασιν ὑποσημειούμενον θεία μέτεισιν δίκη, μονονουχὶ ἐξ ἀγκώνων τῆς ἐγχειρήσεως αὐτὸν ἀποδεσμοῦσα, λαμπρῶς τε τοῖς πᾶσι συνορᾶν παριστῶσα, ὡς οὔποτε γένοιτ᾿ ἂν ῥᾳστώνη τοῖς τοῦ βίου ἄρχουσι κατὰ τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν, μὴ οὐχὶ τῆς ὑπερμάχου χειρὸς θείᾳ καὶ οὐρανίῳ κρίσει, παιδείας ἕνεκα καὶ ἐπιστροφῆς, καθ᾿ οὓς ἂν αὐτὴ δοκιμάζοι καιροὺς, τοῦτ᾿ ἐπιτελεῖσθαι συγχωρούσης.

ἔτεσι γοῦν ἓξ κρατήσαντα τὸν Αὐρηλιανὸν διαδέχεται Πρόβος, καὶ τοῦτον δέ που τοῖς ἴσοις ἐπικατασχόντα Κᾶρος ἅμα παισὶ Καρίνῳ καὶ Νουμεριανῷ· πάλιν τ᾿ αὖ καὶ τούτων οὐδ᾿ ὅλοις τρισὶν

v.4.p.339
ἐνιαυτοῖς διαγενομένων μέτεισι τὰ τῆς ἡγεμονίας εἰς Διοκλητιανὸν καὶ τοὺς μετ’ αὐτὸν εἰσποιηθέντας, ἐφ’ ὧν ὁ καθ’ ἡμᾶς συντελεῖται διωγμός καὶ ἡ κατ’ αὐτὸν τῶν ἐκκλησιῶν καθαίρεσις.

ἀλλὰ γὰρ μικρῷ τούτου πρότερον τὸν ἐπὶ Ῥώμης ἐπίσκοπον Διονύσιον ἔτεσιν ἐννέα διελθόντα τὴν λειτουργίαν διαδέχεται Φῆλιξ.

[Nic. H. E. VI, 31-32] Ἐν τούτῳ καὶ ὁ Μανεὶς τὰς φρένας, ἐπώνυμός τε τῆς δαιμονώσης αἱρέσεως, τὴν τοῦ λογισμοῦ παρατροπὴν καθωπλίζετο, τοῦ δαίμονος, αὐτοῦ δήπου τοῦ θεομάχου σατανᾶ, ἐπὶ λύμῃ πολλῶν τὸν ἄνδρα προβεβλημένου. βάρβαρος δῆτα τὸν βίον αὐτῷ λόγῳ καὶ τρόπῳ, τήν τε φύσιν δαιμονικός τις ὢν καὶ μανιώδης, ἀκόλουθα τούτοις ἐγχειρῶν, Χριστὸν αὐτὸν μορφάζεσθαι ἐπειρᾶτο, τοτὲ μὲν τὸν παράκλητον καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον· αὐτὸς ἑαυτὸν ἀνακηρύττων, καὶ τυφούμενός γε ἐπὶ τῇ μανίᾳ, τοτὲ δὲ, οἷα Χριστὸς, μαθητὰς δώδεκα κοινωνοὺς τῆς καινοτομίας αἱρούμενος.

δόγματά γε μὴν ψευδῆ καὶ ἄθεα ἐκ μυρίων τῶν πρόπαλαι ἀπεσβηκότων ἀθέων συμπεφορημένα καττύσας, ἐκ τῆς Περσῶν ἐπὶ τὴν καθ’ ἡμᾶς οἰκουμένην ὥσπερ τινὰ θανατηφόρον ἰὸν ἐξωμόρξατο, ἀφ’ οὗ δὴ τὸ Μανιχαίων δυσσεβὲς ὄνομα τοῖς πολλοῖς εἰσέτι νῦν ἐπιπολάζει. τοιαύτη μὲν οὖν ἡ καὶ τῆσδε τῆς ψευδωνύμου γνώσεως ὑπόθεσις, κατὰ τοὺς δεδηλωμένους ὑποφυείσης χρόνους,

[Nic. H. E. VI, 34—37] καθ’ οὓς τῆς Ῥωμαίων προστάντα ἐκκλησίας ἔτεσι Εὐτυχιανὸς διαδέχεται· οὐδ’ ὅλοις δὲ μησὶν οὗτος δέκα διαγενόμενος Γαΐῳ τῷ καθ’ ἡμὰς καταλείπει τὸν κλῆρον. καὶ τούτου δὲ ἀμφὶ τὰ πεντεκαίδεκα

v.4.p.340
ἔτη προστάντος Μαρκελλῖνος κατέστη διάδοχος, ὃν καὶ αὐτὸν ὁ διωγμὸς κατείληφε.

κατὰ τούσδε τῆς Ἀντιοχέων ἐπισκοπῆς μετὰ Δόμνον ἡγήσατ’ Τίμαιος, ὃν ὁ καθ’ ἡμὰς διεδέξατο Κύριλλος, ὃν Δωρόθεον πρεσβείου τοῦ κατὰ Ἀντιόχειαν ἠξιω μένον τῶν τηνικάδε λόγιον ἄνδρα ἔγνωμεν. φιλόκαλο δ’ οὗτος περὶ τὰ θεῖα γεγονὼς καὶ τῆς Ἑβραίων ἐπεμελήθη γλώττης, ὡς καὶ αὐταῖς ταῖς Ἑβραϊκαῖς γραφαῖς ἐπιστημόνως ἐντυγχάνειν.

. ἦν δ’ οὗτο τῶν μάλιστα ἐλευθερίων, προπαιδείας τε τῆς καθ’ Ἕλληνας οὐκ ἄμοιρος, τὴν φύσιν δὲ ἄλλως εὐνοῦχος, οὕτω πεφυκὼς ἐξ αὐτῆς γενέσεως ὡς καὶ βασιλέα διὰ τοῦτο οἷόν τι παράδοξον αὐτὸν οἰκειώσασθαι, καὶ τιμῆσαί γε ἐπιτροπῇ τῆς κατὰ Τυρὸν ἁλουργοῦ βαφῆς.

τούτου μετρίως τὰς γραφὰς ἐπὶ τῆς ἐκκλησίας διηγουμένου κατηκούσαμεν. μετὰ δὲ Κύριλλον Τύραννος τῆς Ἀντιοχέων παροικίας τὴν ἐπισκοπὴν διεδέξατο, καθ’ ὃν ἤκμασεν ἡ τῶν ἐκκλησιῶν πολιορκία.

τῆς δ’ ἐν Λαοδικείᾳ παροικίας ἡγήσατο μετὰ Σωκράτην Εὐσέβιος, ἀπὸ Ἀλεξανδρέων ὁρμηθεὶς πόλεως. αἰτία δ’ αὐτῷ τῆς μεταναστάσεως ὑπῆρξεν ἡ κατὰ τὸν Παῦλον ὑπόθεσις, δι’ ὃν τῆς Συρίας ἐπιβὰς πρὸς τῶν τῇδε περὶ τὰ θεῖα ἐσπουδακότων τῆς οἴκαδε πορείας εἴργεται, ἐπέραστόν τι θεοσεβείας χρῆμα τῶν καθ’ ἡμὰς γενόμενος, ὡς καὶ ἀπὸ τῶν παρατεθεισῶν Διονυσίου φωνῶν διαγνῶναι ῥᾴδιον.

Ἀνατόλιος αὐτῷ διάδοχος, ἀγαθός φασιν ἀγαθοῦ, καθίσταται, γένος μὲν καὶ αὐτὸς Ἀλεξανδρεὺς, λόγων δ’ ἕνεκα καὶ παιδείας τῆς Ἑλλήνων φιλοσοφίας τε τὰ τῶν μάλιστα καθ’ ἡμᾶς δοκιμωτάτων ἀπενηνεγμένος, ἅτε ἀριθμητικῆς καὶ γεωμετρίας ἀστρονομίας

v.4.p.341
τε καὶ τῆς ἄλλης διαλεκτικῆς, ἔτι τε φυσικῆς θεωρίας, ῥητορικῶν τε αὖ μαθημάτων ἐληλακὼς εἰς ἄκρον· ὧν ἕνεκα καὶ τῆς ἐπ’ Ἀριστοτέλους διαδοχῆς τὴν διατριβὴν λόγος ἔχει πρὸς τῶν τῇδε πολιτῶν συστήσασθαι αὐτὸν ἀξιωθῆναι.

μυρίας μὲν οὖν τοῦδε καὶ ἄλλας ἀριστείας ἐν τῇ κατ’ Ἀλεξάνδρειαν τοῦ Προυχείου πολιορκίᾳ μνημονεύουσιν, ἅτε τῶν ἐν τέλει προνομίας ἐξαιρέτου πρὸς ἀπάντων ἠξιωμένου, δείγματος δὲ ἕνεκα μόνου τοῦδε ἐπιμνησθήσομαι.

τοῦ πυροῦ, φασὶ, τοῖς πολιορκουμένοις ἐπιλελοιπότος, ὡς ἤδη τῶν ἔξωθεν πολεμίων μᾶλλον αὐτοῖς τὸν λιμὸν ἀφόρητον καθεστάναι, παρὼν ὁ δηλούμενος οἰκονομεῖταί τι τοιοῦτον. θατέρου μέρους τῆς πόλεως τῷ Ῥωμαϊκῷ συμμαχοῦντος στρατῷ, ταύτῃ τε τυγχάνοντος ἀπολιορκήτου, τὸν Εὐσέβιον ἔτι γὰρ εἶναι τότε αὐτόθι πρὸ τῆς ἐπὶ Συρίαν μεταναστάσεως) ἐν τοῖς ἀπολιορκήτοις ὄντα, μέγα τε κλέος καὶ διαβόητον ὄνομα μέχρι καὶ τοῦ Ῥωμαίων στρατηλάτου κεκτημένον, περὶ τῶν λιμῷ διαφθειρομένων κατὰ τὴν πολιορκίαν πέμψας ὁ Ἀνατόλιος ἐκδιδάσκει.

ὁ δὲ μαθὼν σωτηρίαν τοῖς ἀπὸ τῶν πολεμίων αὐτομόλοις παρασχεῖν ὡς ἐν μεγίστῃ χάριτι δωρεὰς τὸν Ῥωμαίων στρατηγὸν αἰτεῖται, καὶ τῆς ἀξιώσεως γε τυχὼν ἐμφανὲς τῷ Ἀνατολίῳ καθίστησιν. ὁ δὲ αὐτίκα τὴν ἐπαγγελίαν δεξάμενος, βουλὴν τῶν Ἀλεξανδρέων συναγαγὼν, τὰ μὲν πρῶτα πάντας ἠξίου φιλικὴν δοῦναι Ῥωμαίοις δεξιὰν, ὡς δ’ ἀγριαίνοντας ἐπὶ τῷ λόγῳ συνεῖδεν, ἀλλ’ οὐ τούτῳ γε, φησὶν, ἀντιλέξειν ποθ’ ὑμὰς οἴομαι, εἰ τοὺς περιττοὺς καὶ ἡμῖν αὐτοῖς οὐδαμῆ χρησίμους, γραΐδας καὶ νήπια καὶ πρεσβύτας, ἐκδοῦναι πυλῶν ἔξω βαδίζειν ὅποι καὶ

v.4.p.342
βούλοιντο συμβουλεύσαιμι. τί γὰρ δὴ τούτους εἰς μάτην ὅσον οὔπω τεθνηξομένους παρ’ ἑαυτοῖς ἔχοιμεν; τί δὲ τοὺς ἀναπήρους καὶ τὰ σώματα λελωβημένους τῷ λιμῷ κατατρύχομεν, τρέφειν δέον μόνους ἄνδρας καὶ νεανίας, καὶ τὸν ἀναγκαῖον πυρὸν τοῖς ἐπὶ φυλακῇ τῆς πόλεως ἐπιτηδείοις ταμιεύεσθαι;

τοιούτοις τισὶ λογισμοῖς πείσας τὸ συνέδριον, ψῆφον πρῶτος ἀναστὰς ἐκφέρει, πὰν τὸ τῇ στρατείᾳ μὴ ἐπιτήδειον εἴτε ἀνδρῶν εἴτε γυναικῶν γένος ἀπολύειν τῆς πόλεως, ὅτι μηδὲ καταμένουσιν αὐτοῖς καὶ εἰς τὸ ἄχρηστον ἐν τῇ πόλει διατρίβουσιν ἐλπὶς ἂν γένοιτο σωτηρίας, πρὸς τοῦ λιμοῦ διαφθαρησομένοις.

ταύτῃ δὲ τῶν λοιπῶν ἁπάντων τῇ βουλῇ συγκατατεθειμένων μικροῦ δεῖν τοὺς πάντας τῶν πολιορκουμένων διεσώσατο, ἐν πρώτοις μὲν τοὺς ἀπὸ τῆς ἐκκλησίας, ἔπειτα δὲ καὶ τῶν ἄλλων τῶν κατὰ τὴν πόλιν πᾶσαν ἡλικίαν διαδιδράσκειν προμηθούμενος, οὐ μόνον τῶν κατὰ τὴν ψῆφον δεδογμένων, τῇ δὲ τούτων προφάσει καὶ μυρίους ἄλλους λεληθότως γυναικείαν στολὴν ἀμπισχομένους, νύκτωρ τε τῇ ἐκείνου φροντίδι τῶν πυλῶν ἐξιόντας καὶ ἐπὶ τὴν Ῥωμαίων στρατιὰν ὁρμῶντας. ἔνθα τοὺς πάντας ὑποδεχόμενος ὁ Εὐσάβιος πατρὸς καὶ ἰᾶτ’ ῥοῦ δίκην κεκακωμένους ἐκ τῆς μακρὰς πολιορκίας διὰ πάσης προνοίας καὶ θεραπείας ἀνεκτᾶτο.

τοιούτων ἡ κατὰ Λαοδίκειαν ἐκκλησία δύο ἐφεξῆς κατὰ διαδοχὴν ἠξιώθη ποιμένων, σὺν θείᾳ προμηθείᾳ μετὰ τὸν δηλωθέντα πόλεμον ἐκ τῆς Αλεξανδρέων πόλεως ἐπὶ τὰ τῇδε μετεληλυθότων.

οὐ ὢ μὲν οὖν ἐσπουδάσθη πλεῖστα τῷ Ἀνατολίῳ συγγράμματα, τοσαῦτα δ’ εἰς ἡμᾶς ἐλήλυθε, δι’ ὧν αὐτοῦ καταμαθεῖν δυνατὸν ὁμοῦ τό τε λόγιον καὶ

v.4.p.343
πολυμαθὲς, ἐν οἷς μάλιστα τὰ περὶ τοῦ πάσχα δόξαντα παρίστησιν, ἀφ᾿ ὧν ἀναγκαῖον ἂν εἴη τούτων ἐπὶ τοῦ παρόντος μνημονεῦσαι.

[Ἐκ τῶν περὶ τοῦ πάσχα Ἀνατολίου κανόνων]

“Ἔχει τοίνυν ἐν τῷ πρώτῳ ἔτει τὴν νου- “μηνίαν τοῦ πρώτου μηνὸς , ἥτις ἁπάσης ἐστὶν ἀρχὴ “τῆς ἐννεακαιδεκαετηρίδος, τῇ κατ᾿ Αἰγυπτίους μὲν “Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι, κατὰ δὲ τοὺς Μακεδό- “νων μῆνας Δύστρου δευτέρα καὶ εἰκάδι, ὡς δ᾿ “ἄν εἴποιεν ῾Ρωμαῖοι, πρὸ ἕνδεκα Καλανδῶν Ἀπριλ- “λίων.

εὑρίσκεται δὲ ὁ ἥλιος ἐν τῇ προκειμένῃ “Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι οὐ μόνον ἐπιβὰς τοῦ “πρώτου τμήματος, ἀλλ᾿ ἤδη καὶ τετάρτην ἡμέραν “ἐν αὐτῷ διαπορευόμενος. τοῦτο δὲ τὸ τμῆμα πρῶ- “τον δωδεκατημόριον καὶ ἰσημερινὸν καὶ μηνῶν “ἀρχὴν καὶ κεφαλὴν τοῦ κύκλου καὶ ἄφεσιν τοῦ “τῶν πλανητῶν δρόμου καλεῖν εἰώθασι, τὸ δὲ πρὸ “τούτου μηνῶν ἔσχατον καὶ τμῆμα δωδέκατον καὶ “τελευταῖον δωδεκατημόριον καὶ τέλος τῆς τῶν πλα- “νητῶν περιόδου. διὸ καὶ τοὺς ἐν αὐτῷ τιθεμένους “τὸν πρῶτον μῆνα καὶ τὴν τεσσαρεσκαιδεκάτην “τοῦ πάσχα κατ᾿ αὐτὴν λαμβάνοντας οὐ μικρῶς “οὐδ᾿ ὡς ἔτυχεν ἁμαρτάνειν φαμέν.