Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 29-30] Μίαν δὴ οὖν ἐκ κοινῆς γνώμης οἱ ἐπὶ ταὐτὸ συγκεκροτημένοι ποιμένες διαχαράξαντες ἐπιστολὴν εἰς πρόσωπον τοῦ τε Ῥωμαίων ἐπισκόπου Διονυσίου καὶ Μαξίμου τοῦ Ἀλεξάνδρειαν ἐπὶ πάσας διαπέμπονται τὰς ἐπαρχίας, τὴν αὐτῶν τε σπουδὴν τοῖς πᾶσι φανερὰν καθιστάντες, καὶ τοῦ Παύλου τὴν διάστροφον ἑτεροδοξίαν, ἐλέγχους τε καὶ ἐρωτήσεις ἃς πρὸς αὐτὸν ἀνακεκινήκασι, καὶ ἔτι τὸν πάντα βίον τε καὶ τρόπον τοῦ ἀνδρὸς διηγούμενοι· ἐξ ὧν μνήμης ἕνεκεν καλῶς ἂν ἔχοι ταύτας αὐτῶν ἐπὶ τοῦ παρόντος διελθεῖν τὰς φωνάς

“Διονυσίῳ καὶ Μαξίμῳ καὶ τοῖς κατὰ τὴν οἰκουμένην πᾶσι συλλειτουργοῖς ἡμῶν ἐπισκόποις ‘καὶ πρεσβυτέροις καὶ διακόνοις, καὶ πάσῃ τῆ ὑπὸ “τὸν οὐρανὸν καθολικῇ ἐκκλησίᾳ, Ἕλενος καὶ ῾Υμέ- “ναιος καὶ Θεόφιλος καὶ Θεότεκνος καὶ Μάξιμος, Πρόκλος, Νικομᾶς καὶ Αἰλιανὸς καὶ Παῦλος καὶ “Βωλανὸς καὶ Πρωτογενὴς καὶ Ἱέραξ καὶ Εὐτύχιος

v.4.p.334
“καὶ Θεόδωρος καὶ Μαλχίων καὶ Λούκιος, καὶ οἱ λοιποὶ πάντες οἶ σὺν ἡμῖν παροικοῦντες τὰς ἐγγὺς “πόλεις καὶ ἔθνη ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι καὶ αἱ ἐκκλησίαι τοῦ θεοῦ ἀγαπητοῖς “ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.

τούτοις μετὰ βραχέα ἐπιλέγουσι ταῦτα ἐπεστέλλομεν δὲ ἅμα καὶ παρεκαλοῦμεν πολλοὺς καὶ τῶν μακρὰν ἐπισκόπων “ἐπὶ τὴν θεραπείαν τῆς θανατηφόρου διδασκαλίας, “ὥσπερ καὶ Διονύσιον τὸν ἐπὶ τῆς Ἀλεξανδρείας, “καὶ Φιρμιλλιανὸν τὸν ἀπὸ τῆς Καππαδοκίας, τοὺς “μακαρίτας, ὧν ὁ μὲν καὶ ἐπέστειλεν εἰς τὴν Ἀντιόχειαν, τὸν ἡγεμόνα τῆς πλάνης οὐδὲ προσρήσεως ‘ἀξιώσας, οὐδὲ πρὸς πρόσωπον γράψας αὐτῷ, ἀλλὰ τῇ παροικίᾳ πάσῃ, ἧς καὶ τὸ ἀντίγραφον ὑπετάξα- “μεν·

ὁ δὲ Φιρμιλλιανὸς καὶ δὶς ἀφικόμενος κατέγνω μὲν τῶν ὑπ’ ἐκείνου καινοτομουμένων, ὡς ἴσμεν καὶ μαρτυροῦμεν οἱ παραγενόμενοι, καὶ ἄλλοι πολ- “λοὶ συνίσασιν, ἐπαγγειλαμένου δὲ μεταθήσεσθαι, πιστεύσας καὶ ἐλπίσας ἄνευ τινὸς περὶ τὸν λόγον “λοιδορίας τὸ πρᾶγμα εἰς δέον καταστήσεσθαι, ἀνε- ῾βάλετο, παρακρουσθεὶς ὑπ’ αὐτοῦ τοῦ καὶ τὸν θεὸν τὸν ἑαυτοῦ ἀρνουμένου, καὶ τὴν πίστιν, ἣν καὶ αὐτὸς πρότερον εἶχε, μὴ φυλάξαντος.

ἔμελλε δὲ καὶ νῦν ὁ Φιρμιλλιανὸς εἰς Ἀντιόχειαν διαβήσεσθαι, καὶ μέχρι γε Ταρσῶν ἧκεν, ἅτε τῆς ἀρνησιθέου κακίας αὐτοῦ πεῖραν εἰληφώς· ἀλλὰ γὰρ μεταξὺ “συνεληλυθότων ἡμῶν καὶ καλούντων καὶ ἀναμενόν- “των, ἄχρις ἂν ἔλθῃ, τέλος ἔσχε τοῦ βίου.’’

μεθ’ ἕτερα δ’ αὖθις τὸν βίον τοῦ αὐτοῦ, οἵας ἐτύγχανεν ἀγωγῆς, διαγράφουσιν ἐν τούτοις “ὅπου γε ἀποστὰς “τοῦ κανόνος ἐπὶ κίβδηλα καὶ νόθα διδάγματα με- “τελήλυθεν, οὐδὲν δεῖ τοῦ ἔξω ὄντος τὰς πράξεις

v.4.p.335
κρίνειν·

οὐδ’ ὅτι πρότερον πένης ὢν καὶ πτωχὸς, καὶ μήτε παρὰ πατέρων παραλαβὼν μηδεμίαν εὐπορίαν, μήτε ἐκ τέχνης ἤ τινος ἐπιτηδεύματος κτησάμενος, νῦν εἰς ὑπερβάλλοντα πλοῦτον ἐλήλακεν, ἐξ ἀνομιῶν καὶ ἱεροσυλιῶν καὶ ὧν αἰτεῖ καὶ σείει τοὺς ἀδελφοὺς, καταβραβεύων τοὺς ἀδικουμένους, “καὶ ὑπισχνούμενος βοηθήσειν μισθοῦ, ψευδόμενος “δὲ καὶ τούτους, καὶ μάτην καρπούμενος τὴν τῶν ἐν πράγμασιν ὄντων ἑτοιμότητα πρὸς τὸ διδόναι ὑπὲρ ἀπαλλαγῆς τῶν ἐνοχλούντων, πορισμὸν ἡγούμενος “τὴν θεοσέβειαν·

οὔτε ὡς ὑψηλοφρόνει καὶ ὑπερ- ‘ῆρται κοσμικὰ ἀξιώματα ὑποδυόμενος, καὶ δουκη- “νάριος μᾶλλον ἢ ἐπίσκοπος θέλων καλεῖσθαι, καὶ “σοβῶν κατὰ τὰς ἀγορὰς, καὶ ἐπιστολὰς ἀναγινώ- “σκων καὶ ὑπαγορεύων, ἅμα βαδίζων δημοσίᾳ καὶ “δορυφορούμενος, τῶν μὲν προπορευομένων, τῶν δὲ ἐφεπομένων πολλῶν τὸν ἀριθμὸν, ὡς καὶ τὴν πίστιν φθονεῖσθαι καὶ μισεῖσθαι διὰ τὸν ὄγκον αὐ- “τοῦ καὶ τὴν ὑπερηφανίαν τῆς καρδίας·

οὔτε τὴν ἐν ταῖς ἐκκλησιαστικαῖς συνόδοις τερατείαν, ἣν μη- ῾χανᾶται δοξοκοπῶν καὶ φαντασιοκοπῶν, καὶ τὰς τῶν ἀκεραιοτέρων ψυχὰς τοῖς τοιούτοις ἐκπλήττων, βῆμα μὲν καὶ θρόνον ὑψηλὸν ἑαυτῷ κατασκευασά- “μένος, οὐχ ὡς Χριστοῦ μαθητὴς, σήκρητον δὲ, “ὥσπερ οἷ τοῦ κόσμου ἄρχοντες, ἔχων τε καὶ ὀνομάζων, παίων τε τῇ χειρὶ τὸν μηρὸν, καὶ τὸ βῆμα “ἀράττων τοῖς ποσὶ, καὶ τοῖς μὴ ἐπαινοῦσι μηδὲ “ὥσπερ ἐν τοῖς θεάτροις κατασείουσι ταῖς ὀθόναις “μηδ’ ἐκβοῶσί τε καὶ ἀναπηδῶσι κατὰ τὰ αὐτὰ τοῖς “μηδ’ ἀμφ’ αὐτὸν στασιώταις ἀνδράσι τε καὶ γυναίοις, “ἀκόσμως οὕτως ἀκροωμένοις, τοῖς δ’ οὖν ὡς ἐν “οἵκῳ θεοῦ σεμνοπρεπῶς καὶ εὐτάκτως ἀκούουσιν

v.4.p.336
“ἐπιτιμῶν καὶ ἐνυβρίζων, καὶ εἰς τοὺς ἀπελθόντας “ἐκ τοῦ βίου τούτου παροινῶν ἐξηγητὰς τοῦ λόγου “φορτικῶς ἐν τῷ κοινῷ, καὶ μεγαλορρημονῶν περὶ “ἑαυτοῦ, καθάπερ οὐκ ἐπίσκοπος, ὰλλὰ σοφιστὴς καὶ “γόης·

ψαλμοὺς δὲ τοὺς μὲν εἰς τὸν κύριον ἡμῶν “Ἰησοῦν Χριστὸν παύσας, ὡς δὴ νεωτέρους καὶ νεω- “τέρων ἀνδρῶν συγγράμματα, εἰς ἑαυτὸν δὲ ἐν μέσῃ “τῇ ἐκκλησίᾳ τῇ μεγάλῃ τοῦ πάσχα ἡμέρᾳ ψαλμῳδεῖν “γυναῖκας παρασκευάζων, ὧν καὶ ἀκούσας ἄν τις “φρίξειεν, οἷα καὶ τοὺς θωπεύοντας αὐτὸν ἐπισκό- “πους τῶν ὁμόρων ἀγρῶν τε καὶ πόλεων καὶ πρεσ- “βυτέρους ἐν ταῖς πρὸς τὸν λαὸν ὁμιλίαις καθίησι “διαλέγεσθαι.

τὸν μὲν γὰρ υἱὸν τοῦ θεοῦ οὐ “βούλεται συνομολογεῖν ἐξ οὐρανοῦ κατεληλυθέναι, “(ἵνα τι προλαβόντες τῶν μελλόντων γραφήσεσθαι “θῶμεν· καὶ τοῦτο οὐ λόγῳ ψιλῷ ῥηθήσεται, ἀλλ᾿ “ἐξ ὧν ἐπέμψαμεν ὑπομνημάτων δείκνυται πολλα- “χόθεν, οὐχ ἥκιστα δὲ ὅπου λέγει Ἰησοῦν Χριστὸν “κάτωθεν), οἱ δὲ εἰς αὐτὸν ψάλλοντες καὶ ἐγκωμιά- “ζοντες ἐν τῷ λαῷ ἄγγελον τὸν ἀσεβῆ διδάσκαλον “ἑαυτῶν ἐξ οὐρανοῦ κατεληλυθέναι λέγουσι, καὶ “ταῦτα οὐ κωλύει, ἀλλὰ καὶ λεγομένοις πάρεστιν ὁ “ὑπερήφανος.

τὰς δὲ συνεισάκτους αὐτοῦ γυναῖ- “κας, ὡς Ἀντιοχεῖς ὀνομάζουσι, καὶ τῶν περὶ αὐτὸν “πρεσβυτέρων καὶ διακόνων, οἷς καὶ τοῦτο καὶ τὰ “ἄλλα ἁμαρτήματα ἀνίατα ὄντα συγκρύπτει, συνει- “δὼς καὶ ἐλέγξας , ὅπως αὐτοὺς ὑπόχρεως ἔχῃ, περὶ “ὧν λόγοις καὶ ἔργοις ἀδικεῖ, μὴ τολμῶντας κατηγο- “ρεῖν τῷ καθ᾿ ἑαυτοὺς φόβῳ — ἀλλὰ καὶ πλουσί- “ους ἀπέφηνεν, ἐφ᾿ ᾧ πρὸς τῶν τὰ τοιαῦτα ζηλούν- “των φιλεῖται καὶ θαυμάζεται — τί ἂν ταῦτα γρά- “φοιμεν;

ἐπιστάμεθα δὲ, ἀγαπητοὶ, ὅτι τὸν ἐπί-

v.4.p.337
“σκοπον καὶ τὸ ἱερατεῖον ἅπαν παράδειγμα εἶναι δεῖ “τῷ πλήθει πάντων καλῶν ἔργον, καὶ οὐδὲ ἐκεῖνο “ἀγνοοῦμεν, ὅσοι ὑπὸ τοῦ συνεισάγειν ἑαυτοῖς γυ- “ναῖκας ἐξέπεσον, οἱ δ’ ὑπωπτεύθησαν· ὥστ’ εἰ “καὶ δοίη τις αὐτῷ τὸ μηδὲν ἀσελγὲς ποιεῖν, ἀλλὰ “τήν γε ὑπόνοιαν τὴν ἐκ τοῦ τοιούτου πράγματος “φυομένην ἐχρῆν εὐλαβηθῆναι, μή τινα σκανδαλίσῃ, “τοὺς δὲ καὶ μιμεῖσθαι προτρέψηται.

πῶς γὰρ “ἂν ἐπιπλήξειεν ἢ νουθετήσειεν ἕτερον μὴ συγκατα- “βαίνειν ἐπὶ πλέον εἰς ταὐτὸν γυναικὶ, μὴ ὀλίσθῃ “φυλαττόμενον, ὡς γέγραπται, ὅστις μίαν μὲν ἀπέ “στησεν ἤδη, δύο δὲ ἀκμαζούσας καὶ εὐπρεπεῖς “ὄψιν ἔχει μεθ’ ἑαυτοῦ, κἂν ἀπίῃ που, συμπερι- “φέρει, καὶ ταῦτα τρυφῶν καὶ ὑπερεμπιμπλάμενος; “

ὧν ἕνεκα στενάζουσι μὲν καὶ ὀδύρονται πάντες “καθ’ ἑαυτοὺς, οὕτω δὲ τὴν τυραννίδα καὶ δυνα- “στείαν αὐτοῦ πεφόβηνται ὥστε κατηγορεῖν μὴ τολ- “μᾶν.

ἀλλὰ ταῦτα μὲν, ὡς προειρήκαμεν, ηὔθυ- “νεν ἄν τις τὸν ἄνδρα, τὸ γοῦν φρόνημα καθολικὸν “ἔχοντα καὶ συγκαταριθμούμενον ἡμῖν, τὸν δὲ ἐξορ- “χησάμενον τὸ μυστήριον καὶ ἐμπομπεύοντα τῇ μιαρᾷ “αἱρέσει τῇ Ἀρτεμᾶ (τί γὰρ οὐ χρὴ μόλις τὸν πατέρα ῾αὐτοῦ δηλῶσαι;) οὐδὲν δεῖν ἡγούμεθα τούτων τοὺς “λογισμοὺς ἀπαιτεῖν.“

εἶτ’ ἐπὶ τέλει τῆς ἐπι- “στολῆς ταῦτ’ ἐπιλέγουσιν· ἠναγκάσθημεν οὖν, ἀν- “τιτασσόμενον αὐτὸν τῷ θεῷ καὶ μὴ εἴκοντα ἐκ- “κηρύξαντες, ἕτερον ἀντ’ αὐτοῦ τῇ καθολικῇ ἐκκλη- “σίᾳ καταστῆσαι ἐπίσκοπον, θεοῦ προνοίᾳ, ὡς “πεπείσμεθα, τὸν τοῦ μακαρίου Δημητριανοῦ καὶ “ἐπιφανῶς προστάντος πρὸ τούτου τῆς αὐτῆς παροικίας υἱὸν Δόμνον, ἅπασι τοῖς πρέπουσιν ἐπι- “σκόπῳ καλοῖς κεκοσμημένον· ἐδηλώσαμέν τε ὑμῖν

v.4.p.338
“ὅπως τούτῳ γράφητε, καὶ τὰ παπὰ τούτου κοινω- “νικὰ δέχησθε γράμματα. τῷ δὲ Ἀρτερμᾷ οὗτος ἐπι “στελλέτω, καὶ οἱ τὰ Ἀρτεμᾶ φρονοῦντες τούτῳ “κοινωνείτωσαν.”

τοῦ δὴ οὖν Παύλου σὺν καὶ τῇ τῆς πίστεως ὀρθοδοξίᾳ τῆς ἐπισκοπῆς ἐκπεπτωκότος Δόμνος, ὡς εἴρηται, τὴν λειτουργίαν τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας διεδέξατο.

ἀλλὰ γὰρ μηδαμῶς ἐκστῆναι τοῦ Παύλου τοῦ τῆς ἐκκλησίας οἴκου θέλοντος, βασιλεὺς ἐντευχθεὶς Αὐρηλιανὸς αἰσιώτατα περὶ τοῦ πρακτέου διείληφε, τούτοις νεῖμαι προστάττων τὸν οἶκον, οἷς ἂν οἱ κατὰ τὴν Ἰταλίαν καὶ τὴν ῾Ρωμαίων πόλιν ἐπίσκοποι τοῦ δόγματος ἐπιστείλαιεν. οὕτω δῆτα ὁ προδηλωθεὶς ἀνὴρ μετὰ τῆς ἐσχάτης αἰσχύνης ὑπὸ τῆς κοσμικῆς ἀρχῆς ἐξελαύνεται τῆς ἐκκλησίας.

τοιοῦτος μέν γέ τις ἦν τὸ τηνικάδε περὶ ἡμᾶς ὁ Αὐρηλιανὸς, προϊούσης δ᾿ αὐτῷ τῆς ἀρχῆς ἀλλοῖόν τι περὶ ἡμῶν φρονήσας ἤδη τισὶ βουλαῖς, ὡς ἂν διωγμὸν καθ᾿ ἡμῶν ἐγείρειεν, ἀνεκινεῖτο, πολύς τε ἦν ὁ παρὰ πᾶσι περὶ τούτου λόγος.