Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. VI, 34] Ἐν τούτῳ δὲ τῆς μὲν Ρωμαίων ἐκκλησίας εἰσέτι τότε καθηγεῖτο Ξυστὸς, τῆς δὲ ἐπ’ Ἀντιοχείας μετὰ Φάβιον Δημητριανὸς, Φιρμιλλιανὸς δὲ Καισαρείας τῆς Καππαδοκῶν, καὶ ἐπὶ τούτοις τῶν κατὰ Πόντον ἐκκλησιῶν Γρηγόριος καὶ ὁ τούτου ἀδελφὸς Ἀθηνόδωρος, Ὠριγένους γνώριμοι. τῆς δ’ ἐπὶ Παλαιστίνης Καισαρείας Θεοκτίστου μεταλλάξαντος διαδέχεται τὴν ἐπισκοπὴν Δόμνος, βραχεῖ δὲ χρόνῳ τούτου διαγενομένου Θεότεκνος, ὁ καθ’ ἡμὰς, διάδοχος καθίσταται. τῆς δ’ Ὠριγένους διατριβῆς καὶ οὗτος ἦν. ἀλλὰ καὶ ἐν Ἱεροσολύμοις ἀναπαυσαμένου Μαζαβάνου τὸν θρόνον Ὑμέναιος, ὁ καὶ αὐτὸς ἐπὶ πλείστοις τοῖς καθ’ ἡμὰς διαπρέψας ἔτεσι, διεδέξατο.