Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. VI, 12] Ἀλλ’ οὐκ εἰς μακρὸν δουλείαν τὴν παρὰ βαρβάροις ὑπομείναντος Οὐαλεριανοῦ, μοναρχήσας ὁ παῖς σωφρονέστερον περὶ τὴν ἀρχὴν διατίθεται, ἀνίησί τε αὐτίκα διὰ προγραμμάτων τὸν καθ’ ἡμῶν διωγμὸν, ἐπ’ ἐλευθερίας τοῖς τοῦ λόγου προεστῶσι τὰ ἐξ ἔθους ἐπιτελεῖν δι’ ἀντιγραφῆς προστάξας, ἥτις τοῦτον ἔχει τὸν τρόπον Αὐτοκράτωρ Καῖσαρ Πούπλιος Λικίννιος Γαλλιηνὸς, “εὐσεβὴς, εὐτυχὴς, σεβαστὸς, Διονυσίῳ καὶ Πίννᾳ καὶ ‟Δημητρίῳ καὶ τοῖς λοιποῖς ἐπισκόποις. τὴν εὐεργεσίαν ῾τῆς ἐμῆς δωρεᾶς διὰ παντὸς τοῦ κόσμου ἐκβιβασθῆναι προσέταξα, ὅπως ἀπὸ τόπων τῶν θρησκευ- “σίμων ἀποχωρήσωσι. καὶ διὰ τοῦτο καὶ ὑμεῖς τῆς ‟ἀντιγραφῆς τῆς ἐμῆς τῷ τύπῳ χρῆσθαι δύνασθε, ὥστε μηδένα ὑμῖν ἐνοχλεῖν. καὶ τοῦτο ὅπερ κατὰ τὸ ἐξὸν δύναται ὑφ’ ὑμῶν ἀναπληροῦσθαι ἤδη