Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 33] Τοῦ δὲ Κλήμεντος Στρωματεῖς οἱ πάντες ὀκτὼ παρ’ ἡμῖν σώζονται, οὓς καὶ τοιαύτης ἠξίωσε προγραφῆς “Τίτου Φλαυίου “Κλήμεντος τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων στρωματεῖς.

ἰσάριθμοί τε τούτοις εἰσὶν οἶ ἐπιγεγραμμένοι Ὑποτυπώσεων αὐτοῦ λόγοι, ἐν οἷς ὀνομαστὶ ὡς διδασκάλου τοῦ Πανταίνου μνημονεύει, ἐκδοχάς τε αὐτοῦ γράφων καὶ παραδόσεις ἐκτιθέμενος.

ἔστι δὲ αὐτῷ καὶ πρὸς Ἕλληνας λόγος ὁ προτρεπτικὸς, τρεῖς τε οἶ τοῦ ἐπιγεγραμμένου Παιδαγωγοῦ, καὶ “τίς ὁ σωζόμενος πλούσιος” οὕτως ἐπιγραφεὶς ἕτερος αὐτοῦ λόγος· τό τε περὶ τοῦ πάσχα σύγγραμμα, καὶ διαλέξεις περὶ νηστείας,

v.4.p.256
καὶ περὶ καταλαλιᾶς, καὶ ὁ προτρεπτικὸς εἰς ὑπομονὴν ἢ πρὸς τοὺς νεωστὶ βεβαπτισμένους, καὶ ὁ ἐπιρεγραμμένος κανὼν ἐκκλησιαστικὸς, ἢ πρὸς τοὺς Ἰουδαΐζοντας, ὃν Ἀλεξάνδρῳ τῷ δεδηλωμένῳ ἐπισκόπῳ ἀνατέθεικεν.

ἐν μὲν οὖν τοῖς Στρωματεῦσιν οὐ μόνον τῆς θείας κατάστρωσιν πεποίηται γραφῆς, ἀλλὰ καὶ τῶν παρ᾿ Ἕλλησιν, εἴ τι ἄρα ὠφέλιμον ἐδόκει καὶ αὐτοῖς εἰρῆσθαι, μνημονεύει, τῶν τε παρὰ τοῖς πολλοῖς δογμάτων, τὰ Ἑλλήνων ὁμοῦ καὶ τὰ βαρβάρων ἀναπτύσσων.

καὶ ἔτι τὰς τῶν αἱρεσιαρχῶν ψευδοδοξίας εὐθύνων ἱστορίαν τε πολλὴν ἐξαπλοῖ, ὑπόθεσιν ἡμῖν πολυμαθοῦς παρέχων παιδείας. τούτοις ἅπασι καταμίγνυσι καὶ τὰ φιλοσόφων δόγματα, ὅθεν εἰκότως κατάλληλον τῇ ὑποθέσει καὶ τὴν προγραφὴν τῶν Στρωματέων πεποίηται.

κέχρηται δ᾿ ἐν αὐτοῖς καὶ ταῖς ἀπὸ τῶν ἀντιλεγομένων γραφῶν μαρτυρίαις, τῆς τε λεγομένης Σολομῶνος σοφίας, καὶ τῆς Ἰησοῦ τοῦ Σιρὰχ, καὶ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς, τῆς τε Βαρνάβα καὶ Κλήμεντος καὶ Ἰούδα