Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. V, 3] Τοῦ δὲ Σαραπίωνος τῆς περὶ λόγους ἀσκήσεως καὶ ἄλλα μὲν εἰκὸς σώζεσθαι παρ᾿ ἑτέροις ὑπομνήματα, εἰς ἡμᾶς δὲ μόνα κατῆλθε τὰ πρὸς Δομνῖνον, ἐκπεπτωκότα τινὰ παρὰ τὸν τοῦ διωγμοῦ καιρὸν ἀπὸ τῆς εἰς Χριστὸν πίστεως ἐπὶ τὴν Ἰουδαϊκὴν ἐκκλησιαστικοὺς καὶ τὰ πρὸς Πόντιον καὶ Καρικὸν, ἐκκλησιαστικοὺς ἄνδρας, καὶ ἄλλαι πρὸς ἑτέρους ἐπιστολαί·

ἕτερός τε συντεταγμένος αὐτῷ λόγος περὶ τοῦ λεγομένου κατὰ Πέτρον εὐαγγελίου, ὃν πεποίηται ἀπελέγχων τὰ ψευδῶς ἐν αὐτῷ εἰρημένα, διά τινας ἐν τῇ κατὰ ῾Ρωσσὸν παροικίᾳ προφάσει τῆς εἰρημένης γραφῆς εἰς ἑτεροδόξους διδασκαλίας ἀποκείλαντας. ἀφ᾿ ἧς εὔλογον βραχείας παραθέσθαι λέξεις, δι᾿ ὧν ἣν εἶχε περὶ τοῦ βιβλίου γνώμην προτίθησιν οὕτω γράφων

“ἡμεῖς γὰρ, ἀδελφοὶ, καὶ “Πέτρον καὶ τοὺς ἄλλους ἀποστόλους ἀποδεχόμεθα “ὡς Χριστὸν, τὰ δὲ ὀνόματι αὐτῶν ψευδεπίγραφα ὡς “ἔμπειροι παραιτούμεθα, γινώσκοντες ὅτι τὰ τοιαῦτα

v.4.p.255
“οὐ παρελάβομεν.

ἐγὼ γὰρ γενόμενος παρ’ ὑμῖν ‘ὑπενόουν τοὺς πάντας ὀρθῇ πίστει προσφέρεσθαι, καὶ μὴ διελθὼν τὸ ὑπ’ αὐτῶν προφερόμενον ὀνό- “ματι Πέτρου εὐαγγέλιον εἶπον ὅτι, εἰ τοῦτό ἐστι “μόνον τὸ δοκοῦν ὑμῖν παρέχειν μικροψυχίαν, ἀναγινωσκέσθω. νῦν δὲ μαθὼν ὅτι αἱρέσει τινὶ ὁ νοῦς “αὐτῶν ἐνεφώλευεν ἐκ τῶν λεχθέντων μοι, σπουδάσω πάλιν γενέσθαι πρὸς ὑμᾶς, ὥστε, ἀδελφοὶ, “προσδοκᾶτέ με ἐν τάχει.

ὑμεῖς δὲ, ἀδελφοὶ, κατα- “λαβόμενοι ὁποίας ἦν αἱρέσεως ὁ Μαρκιανὸς, ὡς καὶ “ἑαυτῷ ἠναντιοῦτο μὴ νοῶν ἃ ἐλάλει μαθήσεσθε ἐξ “ὧν ὑμῖν ἐγράφη.

ἐδυνήθημεν γὰρ παρ’ ἄλλων “τῶν ἀσκησάντων αὐτὸ τοῦτο τὸ εὐαγγέλιον, τουτέστι “παρὰ τῶν διαδόχων τῶν. καταρξαμένων αὐτοῦ, οὓς ῾᾿Δοκητὰς καλοῦμεν τὰ γὰρ φρονήματα τὰ πλείονα “ἐκείνων ἐστὶ τῆς διδασκαλίας), χρησάμενοι παρ’ “αὐτῶν, διελθεῖν, καὶ εὑρεῖν τὰ μὲν πλείονα τοῦ “ὀρθοῦ λόγου τοῦ σωτῆρος, τινὰ δὲ προσδιεσταλμένα, ἃ “καὶ ὑπετάξαμεν ὑμῖν.’ καὶ ταῦτα μὲν τὰ Σαραπίωνος.