Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 5] ’Εν τούτοις ἐγνωρίζετο ῾Ηγήσιππος, οὗ πλείσταις ἤδη πρότερον κεχρήμεθα φωναῖς, ὡσὰν ἐκ τῆς αὐτοῦ παραδόσεώς τινα τῶν κατὰ τοὺς ἀποστόλους παρατιθέμενοι.

ἐν πέντε δ οὖν συγγράμμασιν οὗτος τὴν ἀπλανῆ παράδοσιν του ἀποστολικοῦ κηρύγματος ἁπλουστάτῃ συντάξει γραφῆς ὑπομνηματισάμενος, καθ’ ὃν ἐγνωρίζετο σημαίνει χρόνον, περὶ τῶν ἀρχῆθεν ἱδρυσάντων τὰ εἴδωλα οὕτω πως γράφων “ οἷς καινοτάφια καὶ ναοὺς ἐποίη- “ σαν ὡς μέχρι νῦν, ὧν ἐστι καὶ Ἀντίνοος , δοῦλος “ Ἀδριανοῦ Καίσαρος, οὗ καὶ ἀγὼν ἄγεται Ἀντινό- “ειος, ἐφ’ ἡμῶν γενόμενος. καὶ γὰρ καὶ πόλιν ἔκτι- “ σεν ἐπώνυμον Ἀντινόου καὶ προφήτας.’’

κατ’ αὐτὸν δὲ καὶ Ἰουστῖνος, γνήσιος τῆς ἀληθοῦς φιλο- [*](30 lustin. Apol. I. c. 29.)

v.4.p.145
σοφίας ἐραστὴς, ἔτι τε τοῖς παρ’ Ἕλλησιν ἀσκούμενος ἐνδιέτριβε λόγοις. σημαίνει δὲ καὶ αὐτὸς τουτονὶ τὸν χρόνον, ἐν τῇ πρὸς ’Αντωνῖνον ἀπολογίᾳ ὧδε γράφων “ οὐκ ἄτοπον δὲ ἐπιμνησθῆναι ἐν τούτοις ἡγούμεθα καὶ Ἀντινόου τοῦ νῦν γενομένου, ὃν καὶ “ ἅπαντες ὡς θεὸν διὰ φόβον σέβειν ὥρμηντο , ἐπι- “ στάμενοι τίς τε ἦν καὶ πόθεν ὑπῆρχεν.”

ὁ δ’ αὐτὸς καὶ τοῦ τότε κατὰ Ἰουδαίων πολέμου μνημονεύων ταῦτα παρατίθεται “καὶ γὰρ ἐν τῷ νῦν γενο- ‘μένῳ Ἰουδαικῷ πολέμῳ Βαρχωχέβας, ὁ τῆς ’Ιουδαίων “ἀποστάσεως ἀρχηγέτης, Χριστιανοὺς μόνους εἰς “τιμωρίας δεινὰς, εἰ μὴ ἀρνοῖντο Ἰησοῦν τὸν χριστὸν καὶ βλασφημοῖεν , ἐκέλευεν ἄγεσθαι. ”

ἐν ταὐτῷ δὲ καὶ τὴν ἀπὸ τῆς Ἑλληνικῆς φιλοσοφίας ἐπὶ τὴν θεοσέβειαν μεταβολὴν αὐτοῦ , ὅτι μὴ ἀλόγως, μετὰ κρίσεως δ’ αὐτῷ γεγόνει δηλῶν ταῦτα γράφει “ καὶ γὰρ αὐτὸς ἐγὼ τοῖς Πλάτωνος χαίρων διδάγμασι, ῾ διαβαλλομένους ἀκούων Χριστιανοὺς , ὁρῶν δὲ καὶ “ἀφόβους πρὸς θάνατον καὶ πάντα τὰ νομιζόμενα φοβερὰ, ἐνενόουν ἀδύνατον εἶναι ἐν κακίᾳ καὶ φι- ῾ ληδονίᾳ ὑπάρχειν αὐτούς. τίς γὰρ φιλήδονος ἢ “ ἀκρατὴς καὶ ἀνθρωπείων σαρκῶν βορὰν ἡγούμενος “ ἀγαθὸν δύναιτ’ ἂν θάνατον ἀσπάζεσθαι , ὅπως τῶν “ἑαυτοῦ στερηθείη ἐπιθυμιῶν , ἀλλ’ οὐκ ἐκ παντὸς ζῆν ἀεὶ τὴν ἐνθάδε βιοτὴν καὶ λανθάνειν τοὺς ἄρχοντας ἐπειρᾶτο, οὐχ ὅτι ἑαυτὸν κατήγγελλε φὂνευ- “ θησόμενον;’’

ἔτι δ’ ὁ αὐτὸς ἱστορεῖ, δεξάμενον τὸν Ἀδριανὸν παρὰ Σερεννίου Γρανιανοῦ, λαμπροτάτου ἡγουμένου, γράμματα ὑπὲρ Χριστιανῶν, περιέχοντα ὡς οὐ δίκαιον εἴη ἐπὶ μηδενὶ ἐγκλήματι, βοαῖς [*](9 lustin. Apol. I. c. 31. 17 lustin. Apol. II. c. 12.)

v.4.p.146
δήμου χαριζομένους, ἀκρίτως κτείνειν αὐτοὺς, ἀντιγράψαι Μινουκίῳ Φουνδανῷ ἀνθυπάτῳ τῆς Ἀσίας, προστάττοντα μηδένα κτείνειν ἄνευ ἐγκλήματος καὶ εὐλόγου κατηγορίας.

καὶ τῆς ἐπιστολῆς δὲ ἀντίγραφον παρατέθειται, τὴν ῾Ρωμαϊκὴν φωνὴν, ὡς εἷχε, διαφυλάξας. προλέγει δ᾿ αὐτῆς ταῦτα “καὶ ἐξ ἐπι- “στολῆς δὲ ταῦτα τοῦ μεγίστου καὶ ἐπιφανεστάτου “Καίσαρος Ἀδριανοῦ τοῦ πατρὸς ὑμῶν ἔχοντες ἀπαι- “τεῖν ὑμᾶς, καθὰ ἠξιώσαμεν κελεῦσαι τὰς κρίσεις “γίνεσθαι, τοῦτο οὐχ ὡς ὑπὸ Ἀδριανοῦ κελευσθὲν “μᾶλλον ἠξιώσαμεν, ἀλλὰ καὶ ἐκ τοῦ ἐπίστασθαι δι- “καίαν ἀξιοῦν τὴν προσφώνησιν. ὑπετάξαμεν δὲ καὶ “τῆς ἐπιστολῆς Ἀδριανοῦ τὸ ἀντίγραφον, ἵνα καὶ “τοῦτο ἀληθεύειν ἡμᾶς γνωρίζητε. καὶ ἔστι τόδε.”

τούτοις ὁ μὲν δηλωθεὶς ἀνὴρ αὐτὴν παρατέθειται τὴν ῾Ρωμαϊκὴν ἀντιγραφὴν, ἡμεῖς δ᾿ εἰς τὸ Ἑλληνι κὸν κατὰ δύναμιν αὐτὴν μετειλήφαμεν, ἔχουσαν ὧδε·