Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ ἕτερα δὲ τούτοις παραπλήσια ἀμφὶ τοῦ Βασιλείδου καταλέξας ὁ εἰρημένος οὐκ ἀγεννῶς τῆς δηλωθείσης αἱρέσεως εἰς προῦπτον ἐφώρασε τὴν πλάνην.

γράφει δὲ καὶ Εἰρήναιος συγχρονίσαι τούτοις Καρποκράτην, ἑτέρας αἱρέσεως τῆς τῶν γνωστικῶν ἐπικληθείσης πατέρα, οἳ καὶ τοῦ Σίμωνος οὐχ ὡς ἐκεῖνος κρύβδην , ἀλλ’ [*](1 Iren. I, 24, 1. p. 101.)

v.4.p.143
ἤδη καὶ εἰς φανερὸν τὰς μαγείας παραδιδόναι ἠξίουν, ὡς ἐπὶ μεγάλοις δὴ μονονουχὶ σεμνυνόμενοι τοῖς κατὰ περιεργίαν πρὸς αὐτῶν ἐπιτελουμένοις φίλτροις ὀνειροπομποῖς τε καὶ παρέδροις τισὶ δαίμοσι καὶ ἄλλαις ὁμοιοτρόποις τισὶν ἀγωγαῖς · τούτοις τε ἀκολούθως πάντα δρᾶν χρῆναι διδάσκειν τὰ αἰσχρουργότατα τοὺς μέλλοντας εἰς τὸ τέλειον τῆς κατ’ αὐτοὺς μυσταγωγίας ἢ καὶ μᾶλλον μυσαροποιίας ἐλεύσεσθαι, ὡς μὴ ἂν ἄλλως ἐκφευξομένους τοὺς κοσμικοὺς, ὡς ἂν ἐκεῖνοι φαῖεν , ἄρχοντας) μὴ οὐχὶ πᾶσι τὰ δι’ ἀρρητοποιίας ἀπονείμαντας χρέα.

τούτοις δῆτα συνέβαινε διακόνοις χρώμενον τὸν ἐπιχαιρεσίκακον δαίμονα τοὺς μὲν πρὸς αὐτῶν ἀπατωμένους οἰκτρῶς οὕτως εἰς ἀπώλειαν ἀνδραποδίζεσθαι , τοῖς δ’ ἀπίστοις ἔθνεσι πολλὴν παρέχειν κατὰ τοῦ θείου λόγου δυσφημίας περιουσίαν, τῆς ἐξ αὐτῶν φήμης εἰς τὴν τοῦ παντὸς ἔθνους Χριστιανῶν διαβολὴν καταχεομένης.

ταύτῃ δ’ οὑν ἐπὶ πλεῖστον συνέβαινε τὴν περὶ ἡμῶν παρὰ τοῖς τότε ἀπίστοις ὑπόνοιαν δυσσεβῆ καὶ ἀτοπωτάτην διαδίδοσθαι, ὡς δὴ ἀθεμίτοις πρὸς μητέρας καὶ ἀδελφὰς μίξεσιν ἀνοσίαις τε τροφαῖς χρωμένων.

οὐκ εἰς μακρόν γε μὴν αὐτῷ ταῦτα προυχώρει, τῆς ἀληθείας αὐτῆς ἑαυτὴν συνιστώσης, ἐπὶ μέγα τε φῶς κατὰ τὸν προι·όντα χρόνον διαλαμπούσης.

ἔσβεστο μὲν γὰρ αὐτίκα πρὸς αὐτῆς ἐνεργείας ἀπελεγχόμενα τὰ τῶν ἐχθρῶν ἐπιτεχνήματα, ἄλλων ἐπ’ ἄλλαις αἱρέσεων καινοτομουμένων, ὑπορρεουσῶν ἀεὶ τῶν προτέρων καὶ εἰς πολυτρόπους καὶ πολυμόρφους ἰδέας ἄλλοτε ἄλλως φθειρομένων· προῄει δ’ εἰς αὔξην καὶ μέγεθος ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα ἡ τῆς καθόλου καὶ μόνης ἀληθοῦς ἐκκλησίας λαμπρότης, τό τε σεμνὸν

v.4.p.144
καὶ εἰλικρινὲς καὶ ἐλευθέριον τό τε σῶφρον καὶ καθαρὸν τῆς ἐνθέου πολιτείας τε καὶ φιλοσοφίας εἰς ἅπαν γένος ῾Ελλήνων τε καὶ βαρβάρων ἀποστίλβουσα.

συναπέσβη γοῦν τῷ χρόνῳ καὶ ἡ κατὰ παντὸς τοῦ δόγματος διαβολὴ, ἔμενε δὲ μόνη ἄρα κρατοῦσ’ καὶ ἀνομολογουμένη τὰ μάλιστα διαπρέπειν ἐπὶ σεμνότητι καὶ σωφροσύνῃ θείοις τε καὶ φιλόσοφοι δόγμασιν ἡ καθ’ ἡμᾶς διδασκαλία, ὡς μηδένα τῶν εἰς νῦν αἰσχρὰν ἐπιφέρειν τολμᾶν κατὰ τῆς πίστεως ἡμῶν δυσφημίαν, μηδέ τινα τοιαύτην διαβολὴν, οἵαις πάλαι πρότερον φίλον ἦν χρῆσθαι τοῖς καθ ἡμῶν ἐπισυνισταμένοις.

ὅμως δ’ οὖν κατὰ τοὺς δηλουμένους αὖθις παρῆγεν εἰς μέσον ἡ ἀλήθει πλείους ἑαυτῆς ὑπερμάχους, οὐ δι’ ἀγράφων αὐτὸ μόνον ἐλέγχων , ἀλλὰ καὶ δι’ ἐγγράφων ἀποδείξεων κατὰ τῶν ἀθέων αἱρέσεων στρατευομένους.