Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 8] Καὶ πρῶτόν γε περὶ Διονυσίου φατέον ὅτι τε τῆς ἐν Κορίνθῳ παροικίας τὸν τῆς ἐπισκοπῆς ἐγκεχείριστο θρόνον, καὶ ὡς τῆς ἐνθέου φιλοπονίας οὐ μόνοις τοῖς ὑπ᾿ αὐτὸν, ἀλλ᾿ ἤδη καὶ τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀφθόνως ἐκοινώνει, χρησιμώτατον ἅπασιν ἑαυτὸν καθιστὰς ἐν αἷς ὑπετυποῦτο καθολικαῖς πρὸς τὰς ἐκκλησίας ἐπιστολαῖς.

ὧν ἐστιν ἡ μὲν πρὸς Λακεδαιμονίους, ὀρθοδοξίας κατηχητικὴ, εἰρήνης τε καὶ ἑνώσεως ὑποθετικὴ, ἡ δὲ πρὸς Ἀθηναίους διεγερτικὴ πίστεως καὶ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας, ἧς ὀλιγωρήσαντας ἐλέγχει, ὡσὰν μικροῦ δεῖν ἀποστάντας τοῦ λόγου, ἐξ οὖπερ τὸν προεστῶτα αὐτῶν Πούπλιον μαρτυρῆσαι κατὰ τοὺς τότε συνέβη διωγμούς.

Κοδράτου δὲ μετὰ τὸν μαρτυρήσαντα Πούπλιον καταστάντος αὐτῶν ἐπισκόπου μέμνηται, ἐπιμαρτυρῶν ὡς διὰ τῆς αὐτοῦ σπουδῆς ἐπισυναχθέντων καὶ τῆς πίστεως ἀναζωπύρησιν εἰληχότων. δηλοῖ δ᾿ ἐπὶ τούτοις ὡς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης ὑπὸ τοῦ ἀποστόλου Παύλουπροτραπεὶς ἐπὶ τὴν πίστιν κατὰ τὰ ἐν ταῖς Πράξεσι δεδηλωμένα πρῶτος τῆς Ἀθήνησι παροικίας τὴν

v.4.p.173
ἐπισκοπὴν ἐγκεχείριστο.

ἄλλη δ’ ἐπιστολή τις αὐτοῦ πρὸς Νικομηδέας φέρεται, ἐν ᾑ τὴν Μαρκίωνος αἵρεσιν πολεμῶν τῷ τῆς ἀληθείας παρίσταται κανόνι.

καὶ τῇ ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ Γόρτυναν ἅμα ταῖς λοιπαῖς κατὰ Κρήτην παροικίαις ἐπιστείλας Φίλιππον ἐπίσκοπον αὐτῶν ἀποδέχεται, ἅτε δὴ ἐπὶ πλείσταις μαρτυρουμένης ἀνδραγαθίαις τῆς ὑπ’ αὐτὸν ἐκκλησίας , τήν τε τῶν αἱρετικῶν διαστροφὴν ὑπομιμνήσκει φυλάττεσθαι.

καὶ τῇ ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ Ἄμαστριν ἅμα ταῖς κατὰ Πόντον ἐπιστείλας Βακχυλίδου μὲν καὶ Ἐλπίστου ὡσὰν αὐτὸν ἐπὶ τὸ γράψαι προτρεψάντων μέμνηται, γραφῶν τε θείων ἐξηγήσεις παρατέθειται, ἐπίσκοπον αὐτῶν ὀνοματι Πάλμαν ὑποσημαίνων · πολλὰ δὲ περὶ γάμου καὶ ἁγνείας τοῖς αὐτοῖς παραινεῖ, καὶ τοὺς ἐξ οἴας δ’ οὖν ἀποπτώσεως , εἴτε πλημμελείας , εἴτε μὴν αἱρετικῆς πλάνης ἐπιστρέφοντας δεξιοῦσθαι προστάττει.

ταύταις ἄλλη ἐγκατείλεκται πρὸς Κυωσσίους ἐπιστολὴ, ἐν ᾑ Πινυτὸν τῆς παροικίας ἐπίσκοπον παρακαλεῖ μὴ βαρὺ φορτίον ἐπάναγκες τὸ περὶ ἁγνείας τοῖς ἀδελφοῖς ἐπιτιθέναι , τῆς δὲ τῶν πολλῶν καταστοχάξεσθαι ἀσθενείας.

πρὸς ἣν ὁ Πινυτὸς ἀντιγράφων θαυμάζει μὲν καὶ ἀποδέχεται τὸν Διονύσιον, ἀντιπαρακαλεῖ δὲ στερροτέρας ἤδη ποτὲ μεταδιδόναι τροφῆς , τελειοτέροις γράμμασιν εἰσαῦθις τὸν ὑπ’ αὐτῷ λαὸν ὑποθρέψαντα, ὡς μὴ διὰ τέλους τοῖς γαλακτώδεσιν ἐνδιατρίβοντες λόγοις τῇ νηπιώδει ἀγωγῇ λάθοιεν καταγηράσαντες. δι’ ἧς ἐπιστολῆς καὶ ἡ τοῦ Πινυτοῦ περὶ τὴν πίστιν ὀρθοδοξία τε καὶ φροντὶς τῆς τῶν ὑπηκόων ὠφελείας, τό τε λόγιον καὶ ἡ περὶ τὰ θεῖα σύνεσις ὡς δι’ ἀκριβεστάτης ἀναδείκνυται εἰκόνος.

ἔτι τοῦ Διονυσίου καὶ πρὸς Ῥωμαίους

v.4.p.174
ἐπιστολὴ φέρεται, ἐπισκόπῳ τῷ τότε Σωτῆρι προσφωνοῦσα, ἐξ ἧς οὐδὲν οἷον τὸ καὶ παραθέσθαι λέξεις, δι’ ὧν τὸ μέχρι τοῦ καθ’ ἡμᾶς διωγμοῦ φυλα χθὲν Ῥωμαίων ἔθος ἀποδεχόμενος ταῦτα γράφε

“ἐξ ἀρχῆς γὰρ ὑμῖν ἔθος ἐστὶ τοῦτο, πάντας μὲ(??) “ ἀδελφοὺς ποικίλως εὐεργετεῖν , ἐκκλησίαις τε πολ λαῖς ταῖς κατὰ πᾶσαν πόλιν ἐφόδια πέμπειν, ὧδ ‘μὲν τὴν τῶν δεομένων πενίαν ἀναψύχοντας , ἐν με ῾τάλλοις δὲ ἀδελφοῖς ὑπάρχουσιν ἐπιχορηγοῦντας δι “ ὧν πέμπετε ἀρχῆθεν ἐφοδίων, πατροπαράδοτον ἔθο “῾Ρωμαίων Ῥωμαῖοι διαφυλάττοντες, ὃ οὐ μόνον δια ῾ τετήρηκεν ὁ μακάριος ὑμῶν ἐπίσκοπος Σωτῆρ’, ἀλλα “ καὶ ἐπηύξηκεν, ἐπιχορηγῶν μὲν τὴν διαπεμπομένην “ δαψίλειαν τὴν εἰς τοὺς ἁγίους, λόγοις δὲ μακαρίοις “τοὺς ἀνιόντας ἀδελφοὺς ὡς τέκνα πατὴρ φιλόστορ “γος παρακαλῶν.”

ἐν αὐτῇ δὲ ταύτῃ καὶ τῆς Κλήμεντος πρὸς Κορινθίους μέμνηται ἐπιστολῆς, δηλῶν ἀνέκαθεν ἐξ ἀρχαίου ἔθους ἐπὶ τῆς ἐκκλησίας τὴν ἀνάγνωσιν αὐτῆς ποιεῖσθαι. λέγει γοῦν “ τὴν “ σήμερον οὖν κυριακὴν ἁγίαν ἡμέραν διηγάγομεν, “ἐν ᾗ ἀνέγνωμεν ὑμῶν τὴν ἐπιστολὴν, ἣν ἕξομεν “ἀεί ποτε ἀναγινώσκοντες νουθετετῖσθαι, ὡς καὶ τὴν “προτέραν ἡμῖν διὰ Κλήμεντος γραφεῖσαν.”

ἔτι δὲ ὁ αὐτὸς καὶ περὶ τῶν ἰδίων ἐπιστολῶν ὡς ῥᾳδιουργηθεισῶν ταῦτά φησιν “ἐπιστολὰς γὰρ ἀδελφῶν ἀξιω- ‘σάντων με γράψαι ἔγραψα. καὶ ταύτας οἱ τοῦ δια- ῾ βόλου ἀπόστολοι ζιζανίων γεγέμικαν , ἃ μὲν ἐξαι- ‘ροῦντες, ἃ δὲ προστιθέντες. οἷς τὸ οὐαὶ κεῖται. οὐ θαυμαστὸν ἄρα εἰ καὶ τῶν κυριακῶν ῥᾳδιουργῆσαί ‘τινες ἐπιβέβληνται γραφῶν, ὁπότε καὶ ταῖς οὐ τοι- ῾αύταις ἐπιβεβουλεύκασι.”

καὶ ἄλλη δέ τις παρὰ ταύτας ἐπιστολὴ τοῦ Διονυσίου φέρεται, Χρυσοφόρᾳ

v.4.p.175
πιστοτάτῃ ἀδελφῇ ἐπιστείλαντος, ᾗ τὰ κατάλληλα γράφων τῆς προσηκούσης καὶ αὐτῇ μετεδίδου λογικῆς τροφῆς. καὶ τὰ μὲν τοῦ Διονυσίου τοσαῦτα.