Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ ταῦτα δὲ ἀναγκαίως εἰρήσθω , εἰς προτροπὴν τοὐ μετὰ σπουδῆς τοὺς φιλομαθεἴς καὶ τοὺς τούτου περιέπειν λόγους. καὶ τὰ μὲν κατὰ τόνδε τοιαῦτα ἠν.

[Nic. H. E. IV, 19] Ἤδη δὲ εἰς ὄγδοον ἐλαυνούσης ἔτος τῆς δηλουμένης ἡγεμονίας τῆς ῾Ρω- [*](16 Iren. IV, 6, 2. p. 233. 21 Iren. V, 26, 2. p. 324.)

v.4.p.170
μαίων ἐκκλησίας τὴν ἐπισκοπὴν Ἀνίκητον ἕνδεκα τοῖς πᾶσιν ἔτεσι διελθόντα Σωτὴρ διαδέχεται. ἀλλὰ καὶ τῆς Ἀλεξανδρέων παροικίας Κελαδίωνος τέτταρσιν ἐπὶ δέκα ἔτεσι προστάντος τὴν διαδοχὴν Ἀγριππῖνος δια- λαμβάνει.

[Nic. H. E. IV, 19] Τηνικαῦτα καὶ ἐπὶ τῆς Ἀντιοχέων ἐκκλησίας Θεόφιλος ἕκτος ἀπὸ τῶν ἀποστόλων ἐγνωρίζετο, τετάρτου μὲν τῶν ἐκεῖσε μετὰ Ἥρωνα καταστάντος Κορνηλίου, μετὰ δὲ αὐτὸν πέμπτῳ βαθμῷ τὴν ἐπισκοπὴν Ἔρωτος διαδεξαμένου.

[Nic. H. E. IV, 19] Ἤκμαζον δὲ ἐν τούτοις ἐπὶ τῆς ἐκκλησίας Ἡγήσιππός τε, ὃν ἴσμεν ἐκ τῶν προτέρων, καὶ Διονύσιος Κορινθίων ἐπίσκοπος, Πινυτός τε ἄλλος τῶν ἐπὶ Κρήτης ἐπίσκοπος, Φίλιππός τε ἐπὶ τούτοις καὶ Ἀπολινάριος καὶ Μελίτων, Μουσανός τε καὶ Μόδεστος, καὶ ἐπὶ πᾶσιν Εἰρηναῖος, ὧν καὶ εἰς ἡμᾶς τῆς ἀποστολικῆς παραδόσεως ἡ τῆς ὑγιοῦς πίστεως ἔγγραφος κατῆλθεν ὀρθοδοξία.

[Nic. H. E. IV, 7] Ὁ μὲν οὖν Ἡγήσιππος ἐν πέντε τοῖς εἰς ἡμᾶς ἐλθοῦσιν ὑπομνήμασι τῆς ἰδίας γνώμης πληρεστάτην μνήμην καταλέλοιπεν, ἐν οἷς δηλοῖ ὡς πλείστοις ἐπισκόποις συμμίξειεν, ἀποδημίαν στειλάμενος μέχρι ῾Ρώμης, καὶ ὡς ὅτι τὴν αὐτὴν παρὰ πάντων παρείληφε διδασκαλίαν. ἀκοῦσαί γέ τοι πάρεστι μετά τινα περὶ τῆς Κλήμεντος πρὸς Κορινθίους ἐπιστολῆς αὐτῷ εἰρημένα ἐπιλέγοντος ταῦτα

“καὶ ἐπέμενεν ἡ ἐκκλησία ἡ Κορινθίων ἐν τῷ “ὀρθῷ λόγῳ μέχρι Πρίμου ἐπισκοπεύοντος ἐν Κο- “ρίνθῳ· οἷς συνέμιξα πλέων εἰς ῾Ρώμην, καὶ συνδιέ- “τριψα τοῖς Κορινθίοις ἡμέρας ἱκανὰς, ἐν αἷς συνα- “νεπάημεν τῷ ὀρθῷ λόγῳ.

γενόμενος δὲ ἐν ῾Ρώμῃ “διαδοχὴν ἐποιησάμην μέχρις Ἀνικήτου, οὗ διάκονος

v.4.p.171
“ἦν Ἐλεύθερος. καὶ παρὰ Ἀνικήτου διαδέχεται Σωτὴρ, μεθ’ ὃν Ελεύθερος. ἐν ἑκάστῃ δὲ διαδοχῇ καὶ ἐν ἑκάστῃ πόλει οὕτως ἔχει ὡς ὁ νόμος κηρύσσει καὶ οἱ προφῆται καὶ ὁ κύριος.”

ὁ δ’ αὐτὸς καὶ τῶν κατ’ αὐτὸν αἱρέσεων τὰς ἀρχὰς ὑποτίθεται διὰ τούτων “καὶ μετὰ τὸ μαρτυρῆσαι Ἱάκωβον τὸν δίκαιον ῾ ὡς καὶ ὁ κύριος ἐπὶ τῷ αὐτῷ λόγῳ, πάλιν ὁ ἐκ θείου αὐτοῦ Συμεὼν ὁ τοῦ Κλωπᾶ καθίσταται ἐπίσκοπος, ὃν προέθεντο πάντες ὄντα ἀνεψιὸν τοῦ κυρίου δεύ- ’τερον. διὰ τοῦτο ἐκάλουν τὴν ἐκκλησίαν παρθένον· οὔπω γὰρ ἔφθαρτο ἀκοαῖς ματαίαις.

ἄρχεται δ’ ὁ Θέβουθις διὰ τὸ μὴ γενέσθαι αὐτὸν ἐπίσκοπον ὑπο- “ φθείρειν , ἀπὸ τῶν ἑπτὰ αἱρέσεων ὢν (καὶ αὐτὸς ἦν ἐν τῷ λαῷ), ἀφ’ ὧν Σίμων, ὅθεν οἱ Σιμωνια- “νοὶ, καὶ Κλεόβιος, ὅθεν Κλεοβιηνοὶ , καὶ Δοσίθεος, “ὅθεν Δοσιθεανοὶ, καὶ Γορθαῖος , ὅθεν Γοραθηνοὶ, καὶ Μασβώθεος, ὅθεν Μασβα΄θεοι· ἀπὸ τούτων “ Μενανδριανισταὶ καὶ μαρκιωνισταὶ καὶ Καρποκρατιανοὶ καὶ Οὐαλεντινιανοὶ καὶ Βασιλειδιανοὶ καὶ ἕκαστος ἰδίως καὶ ἑτέρως ἰδίαν δόξαν παρεισηγάγοσαν.

ἀπὸ τούτων ψευδόχριστοι, ψευδοπροφῆται , ψευδαπόστολοι , οἵτινες ἐμέρισαν τὴν ἕνωσιν τῆς ἐκκλησίας φθοριμαίοις λόγοις κατὰ ῾τοῦ θεοῦ καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ”.

ἔτι δὲ ὁ αὐτὸς καὶ τὰς πάλαι γεγενημένας παρὰ Ἰουδαίοις αἱρέσεις ἱστορεῖ λέγων “ἦσαν δὲ γνῶμαι διάφοροι ἐν τῇ περιτομῇ ἐν υἱοῖς Ἰσραὴλ τῶν κατὰ τῆς φυλῆς Ἰούδα καὶ τοῦ Χριστοῦ αὗται· Ἐσσαῖοι, Γαλιλαῖοι, Ημεροβαπτισταὶ, Μασβώθειο, Σαμαρεῖται, Σαδδου- “ καίοι, Φαρισαῖοι.”

καὶ ἕτερα δὲ πλεῖστα γράφει, ὧν ἐκ μέρους ἤδη πρότερον ἐμνημονεύσαμεν, οἰκείως τοῖς καιροῖς τὰς ἱστορίας παραθέμενοι. ἔκ τε τοῦ

v.4.p.172
καθ᾿ Ἑβραίους εὐαγγελίου καὶ τοῦ Συριακοῦ καὶ ἰδίως ἐκ τῆς Ἑβραΐδος διαλέκτου τινὰ τίθησιν, ἐμφαίνων ἐξ Ἑβραίων ἑαυτὸν πεπιστευκέναι, καὶ ἄλλα δὲ ὡσὰν ἐξ Ἰουδαϊκῆς ἀγράφου παραδόσεως μνημονεύει.

οὐ μόνος δὲ οὗτος, ἀλλὰ καὶ Εἰρήναιος καὶ ὁ πᾶς τῶν ἀρχαίων χορὸς πανάρετον σοφίαν τὰς Σολομῶνος παροιμίας ἐκάλουν. καὶ περὶ τῶν λεγομένων δὲ ἀποκρύφων διαλαμβάνων ἐπὶ τῶν αὐτοῦ χρόνων πρός τινων αἱρετικῶν ἀναπεπλάσθαι τινὰ τούτων ἱστορεῖ. ἀλλὰ γὰρ ἐφ᾿ ἕτερον ἤδη μεταβατέον.