Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ἐπεὶ δὲ ὁ αὐτὸς ἀπόστολος ἐν ταῖς ἐπὶ τέλει προσρήσεσι τῆς πρὸς Ῥωμαίους μνήμην πεποίηται μετὰ τῶν ἄλλων καὶ Ἑρμᾶ, οὗ φασιν ὑπάρχειν τὸ τοῦ ποιμένος βιβλίον , ἰστέον ὡς καὶ τοῦτο πρὸς μέν τινων ἀντι- λέλεκται , δι’ οὓς οὐκ ἂν ἐν ὁμολογουμένοις τεθείη, ὑφ’ ἑτέρων δὲ ἀναγκαιότατον οἶς μάλιστα δεῖ στοιχειώσεως εἰσαγωγικῆς κέκριται. ὅθεν ἤδη καὶ ἐν ἐκκλησίαις ἴσμεν αὐτὸ δεδημοσιευμένον, καὶ τῶν παλαιτάτων δὲ συγγραφέων κεχρημένους τινὰς αὐτῷ κατείληφα.
ταῦτα εἰς παράστασιν τῶν τε ἀναντιρρήτων καὶ τῶν μὴ παρὰ πᾶσιν ὁμολογουμένων θείων γραμμάτων εἰρήσθω.
[Nic. H. E. III, 1-2] Ὅτι μὲν οὖν τοῖς ἐξ ἐθνῶν κηρύσσων ὁ Παῦλος τοὺς ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοὐ Ἰλλυρικοῦ τῶν ἐκκλησιῶν καταβέβλητο θεμελίους δῆλον ἐκ τῶν αὐτοῦ γένοιτ’ ἂν φωνῶν καὶ ἀφ’ ὧν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἰστόρησεν.
καὶ ἐκ τῶν Πέτρου δὲ λέξεων ἐν ὁπόσαις καὶ οὗτος ἐπαρχίαις τοὺς ἐκ περιτομῆς τὸν Χριστὸν εὐαγγελιζόμενος τὸν τῆς καινῆς διαθήκης παρεδίδου λόγον σαφὲς ἂν εἴη ἀφ’ ἧς εἰρήκαμεν ὁμολογουμένης αὐτοῦ ἐπιστολῆς, ἐν ἡ τοῖς ἐξ Ἑβραίων οὖσιν ἐν δια- [*](10 Rom. 16, 14. 26 1. Petr. 1, 1.)
ὅσοι δὲ τούτων καὶ τίνες γνήσιοι ζηλωταὶ γεγονότες τὰς πρὸς αὐτῶν ἱδρυθείσας ἱκανοὶ ποιμαίνειν ἐδοκιμάσθησαν ἐκκλησίας οὐ ῥᾴδιον εἰπεῖν, μὴ ὅτι γε ὅσους ἄν τις ἐκ τῶν Παύλου φωνῶν ἀναλέξοιτο.
τούτου γὰρ οὑν μυρίοι συνεργοὶ καὶ ὡς αὐτὸς ὠνόμασε συστρατιῶται γεγόνασιν, ὧν οἶ πλείους ἀλήστου πρὸς αὐτοῦ μνήμης ἠξίωνται, διηνεκῆ τὴν περὶ αὐτῶν μαρτυρίαν ταῖς ἰδίαις ἐπιστολαῖς ἐγκαταλέξαντος. οὐ μὴν ἀλλὰ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τοὺς γνωρίμους αὐτοῦ καταλέγων ἐξ ὀνόματος αὐτῶν μνημονεύει.
Τιμόθεός γε μὴν τῆς ἐν Ἐφέσω παροικίας ἱστορεῖται πρῶτος τὴν ἐπισκοπὴν εἰληχέναι, ὡς καὶ Τίτος τῶν ἐπὶ Κρήτης ἐκκλησιῶν.
Λουκᾶς δὲ τὸ μὲν γένος ὢν τῶν ἀπ’ Ἀντιοχείας, τὴν ἐπιστήμην δὲ ἰατρὸς, τὰ πλεῖστα συγγεγονὼς τῷ Παύλῳ, καὶ τοῖς λοιποῖς δὲ οὐ παρέργως τῶν ἀποστόλων ὡμιληκὼς, ἦς ἀπὸ τούτων προσεκτήσατο ψυχῶν θεραπευτικῆς ἐν δυ’ ἡμῖν ὑποδείγματα θεοπνεύστοις καταλέλοιπε βιβλίοι τῷ τε εὐαγγελίῳ , ὃ καὶ χαράξαι μαρτυρεῖται, κα παρέδοντο αὐτῷ οἷ ἀπ’ ἀρχῆς αὐτόαται καὶ ὑπηρέτ γενόμενοι τοῦ λόγου , οἷς καί φησιν ἐπάνωθεν ἄπ’ παρηκολουθηκέναι , καὶ ταῖς τῶν ἀποστόλων πράξ σιν, ἅς οὐκέτι δι’ ἀκοῆς, ὀφθαλμοῖς δὲ αὐτοῖς παρ’ λαβὼν συνετάξατο.
φασὶ δὲ ὡς ἄρα τοῦ κατ’ τὸν εὐαγγελίου μνημονεύειν ὁ Παῦλος εἴωθεν ὁπηνίκ’ ὡς περὶ ἰδίου τινὸς εὐαγγελίου γράφων ἔλεγε “ κατ’ τὸ εὐαγγέλιόν μου ”
τῶν δὲ λοιπῶν ἀκολούθο τοῦ Παύλου Κρίσκης μὲν ἐπὶ τὰς Γαλλίας στειλάμει [*](23 Luc. 1, 3. 28 Rom. 2, 16. 2. Tim. 2, 8.)
ἀλλὰ καὶ ὁ Κλήμης τῆς Ῥωμαίων καὶ αὐτὸς ἐκκλησίας τρίτος ἐπίσκοπος καταστὰς Παύλου συνεργὸς καὶ συναθλητὴς γεγονέναι πρὸς αὐτοῦ μαρτυρεῖται.
ἐπὶ τούτοις καὶ τὸν Ἀρεοπαγίτην ἐκεῖνον , Διονύσιος ὄνομα αὐτῷ, ὃν ἐν Πράξεσι μετὰ τὴν ἐν Ἀρείῳ πάγῳ πρὸς Ἀθηναίους Παύλου δημηγορίαν πρῶτον πιστεῦσαι ἀνέγραψεν ὁ Λουκᾶς) τῆς ἐν Ἀθήναις ἐκκλησίας πρῶτον ἐπίσκοπον ἀρχαίων τις ἕτερος Διονύσιος τῆς Κορινθίων παροικίας ποιμὴν ἱστορεῖ γεγονέναι.
ἀλλὰ γὰρ ὁδῷ προβαίνουσιν ἐπὶ καιροῦ τὰ τῆς κατὰ χρ·όνους τῶν ἀποστό λῶν διαδοχῆς ἡμῖν εἰρήσεται. νῦν δὲ ἐπὶ τὰ ἐξῆς ἴωμεν τῆς ἱστορίας.
[Nic. H. E. III, 8] Μετὰ Νέρωνα δέκα πρὸς τρισὶν ἔτεσι τὴν ἀρχὴν ἐπικρατήσαντα τῶν ἀμφὶ Γάλβαν καὶ Ὄθωνα ἐνιαυτὸν ἐπὶ μησὶν ἕξ διαγενομένων Οὐεσπασιανὸς, ταῖς κατὰ Ἰουδαίων παρατὰξεσι λαμπρυνόμενος, βασιλεὺς ἐπ’ αὐτῆς ἀναδείκνυται τῆς Ἰουδαίας , αὐτοκράτωρ πρὸς τῶν αὐτόθι στρατοπέδων ἀναγορευθείς. τὴν ἐπὶ Ῥώμης οὖν αὐτίκα στειλάμενος Τίτῳ τῷ παιδὶ τὸν κατὰ Ἰουδαίων ἐγχειρίζει πόλεμον.
μετά γε μὴν τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν Ἰουδαίων πρὸς τῷ κατ’ αὐτοῦ τολμήματι ἤδη καὶ κατὰ τῶν ἀποστόλων αὐτοῦ πλείστας ὅσας ἐπιβουλὰς μεμηχανημένων , πρώτου τε Στεφάνου λίθοις ὑπ’ αὐτῶν ἀνῃρημένου , εἶτα δὲ μετ’ αὐ- [*](1 2. Tim. 4, 10. 8 Philipp. 4, 3. 9 Act. 17, 34.)
οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας κατά τινα χρησμὸν τοῖς αὐτόθι δοκίμοις δι᾿ ἀποκαλύψεως δοθέντα πρὸ τοῦ πολέμου μεταναστῆναι τῆς πόλεως καί τινα τῆς Περαίας πόλιν οἰκεῖν κεκελευσμένου, Πέλλαν αὐτὴν ὀνομάζουσιν, ἐν ᾗ τῶν εἰς Χριστὸν πεπιστευκότων ἀπὸ τῆς Ἱερουσαλὴμ μετῳκισμένων, ὡσὰν παντελῶς ἐπιλελοιπότων ἀγίων ἀνδρῶν αὐτήν τε τὴν Ἰουδαίων βασιλικὴν μητρόπολιν καὶ σύμπασαν τὴν Ἰουδαίαν γῆν, ἡ ἐκ θεοῦ δίκη λοιπὸν αὐτοὺς ἅτε τοσαῦτα εἴς τε τὸν Χριστὸν καὶ τοὺς ἀποστόλους αὐτοῦ παρηνομηκότας μετῄει, τῶν ἀσεβῶν ἄρδην τὴν γενεὰν αὐτὴν ἐκείνην ἐξ ἀνθρώπων ἀφανίζουσα.
ὅσα μὲν οὖν τηνικάδε κατὰ πάντα τόπον ὅλῳ τῷ ἔθνει συνερρύη κακὰ, ὅπως τε αὖ μάλιστα οἱ τῆς Ἰουδαίας οἰκήτορες εἰς ἔσχατον περιηλάθησαν συμφορῶν, ὁπόσαι τε μυριάδες ἡβηδὸν γυναιξὶν ἅμα καὶ παισὶ ξίφει καὶ λιμῷ καὶ μυρίοις ἄλλοις εἴδεσι περιπεπτώκασι θανάτου, πόλεων τε Ἰουδαϊκῶν ὅσαι τε καὶ οἷαι γεγόνασι πολιορκίαι, ἀλλὰ καὶ ὁπόσα [*](10 Matth. 28, 19.)
ὡς δὲ αὐτὸς οὕτος τῶν ἀθροισθέντων ἀπὸ τῆς Ἰουδαίας ἁπάσης ἐν ἡμέραις τῆς τοῦ Πάσχα ἑορτῆς ὥσπερ ἐν εἱρκτῇ ῥήμασιν αὐτοῖς ἀποκλεισθῆναι εἰς τὰ Ἱεροσόλυμα ἀμφὶ τριακοσίας μυριάδας τὸ πλῆθος ἱστορεῖ, ἀναγκαῖον ὑποσημήνασθαι.
χρῆν γοῦν, ἐν αἷς ἡμέραις τὸνπάντων σωτῆρα καὶ εὐεργέτην τὸν Χριστὸν τοῦ θεοῦ τὰ κατὰ τὸ πάθος διατέθεινται, ταῖς αὐταῖς ὥσπερ ἐν εἱρκτῇ κατακλεισθέντας τὸν μετελθόντα αὐτοὺς ὄλεθρον πρὸς τῆς θείας δίκης καταδέξασθαι.
παρελθὼν δὴ τὰ τῶν ἐν μέρει συμβεβηκότων αὐτοῖς ὅσα διὰ ξίφους καὶ ἄλλῳ τρόπῳ κατ’ αὐτῶν ἐγκεχείρισται μόνας τὰς διὰ τοῦ λιμοῦ ἀναγκαῖον ἡγοῦμαι συμφορὰς παραθέσθαι, ὡς ἂν ἐκ μέρους ἔχοιεν οἶ τῇδε τῇ γραφῇ ἐντυγχάνοντες εἰδέναι ὅπως αὐτοὺς τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ παρανομίας οὐκ εἰς μακρὸν ἡ ἐκ θεοῦ μετῆλθε τιμωρία.