Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. II, 15] Νέρωνος δὲ ὄγδοον ἄγοντος τῆς βασιλείας ἔτος πρῶτος μετὰ Μάρκον τὸν εὐαγγελιστὴν τῆς ἐν Ἀλεξανδρείᾳ παροικίας Ἀννιανὸς τὴν λειτουργίαν διαδέχεται.
[Nic. H. E. ΙΙ, 34 — 37] Κραταιουμένης δὲ ἤδη τῷ Νέρωνι τῆς ἀρχῆς , εἰς ἀνοσίους ἐξοκείλας ἐπιτηδεύσεις κατ’ αὐτῆς ὡπλίζετο τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας. γράφειν μὲν οὑν οἶός τις οὑτος γεγένηται τὴν μοχθηρίαν οὐ τῆς παρούσης γένοιτ΄ ἂν σχολῆς.
πολλῶν γε μὴν τὰ κατ’ αὐτὸν ἀκριβεστάταις παραδεδωκότων διηγήσεσι, πάρεστιν ὅτῳ φίλον ἐξ αὐτῶν τὴν σκαιότητα τῆς τἀνδρὸς ἐκτόπου καταθεωρῆσαι μανίας , καθ’ ἣν, οὐ μετὰ λογισμοῦ, μυρίων ὅσων ἀπωλείας διεξελθὼν ἐπὶ τοσαύτην ἤλασε μιαιφονίαν ὡς μηδὲ τῶν οἰκειοτάτων τε καὶ φιλτάτων ἐπισχεῖν, μητέρα δὲ ὁμοίως καὶ ἀδελφοὺς καὶ γυναῖκα σὺν καὶ ἄλλοις μυρίοις τῷ γένει προσήκουσι τρόπον ἐχθρῶν καὶ πολεμίων ποικίλαις θανάτων ἰδέαις διαχρήσασθαι.
ἐνέδει δὲ ἄρα τοῖς πᾶσι καὶ τοῦτ’ ἐπιγραφῆναι αὐτῷ , ὡς ἂν πρῶτος αὐτοκρατόρων τῆς εἰς τὸ θεῖον εὐσεβείας πολέμιος ἀναδειχθείη.
τούτου δὲ πάλιν ὁ Ῥωμαῖος Τερτυλλιανὸς ὧδέ πως λέγων μνημονεύει “ ἐντύχετε τοῖς “ὑπομνήμασιν ὑμῶν. ἐκεῖ εὑρήσετε πρῶτον Νέρωνα τοῦτο τὸ δόγμα, ἡνίκα μάλιστα ἐν Ῥώμῃ τὴν ἀνατολὴν “πάσαν ὑποτάξας ὠμὸς ἦν εἰς πάντας , διώξαντα. “τοιούτῳ τῆς κολάσεως ἡμῶν ἀρχηγῷ καυχώμεθα. ὁ γὰρ εἰδὼς ἐκεῖνον νοῆσαι δύναται, ὡς οὐκ “ἂν, εἰ μὴ μέγα τι ἀγαθὸν ἦν , ὑπὸ Νέρωνος κατακριθῆναι.“
ταύτῃ γοῦν οὗτος θεομάχος ἐν τοῖς
οὐδὲν δ’ ἧττον καὶ ἐκκλησιαστικὸς ἀνὴρ, Γάϊος ὀνόματι, κατὰ Ζεφυρῖνον Ῥωμαίων γεγονὼς ἐπίσκοπον· ὃς δὴ Πρόκλῳ τῆς κατὰ Φρύγας προϊσταμένῳ γνώμης ἐγγράφως διαλεχθεὶς αὐτὰ δὴ ταῦτα περὶ τῶν τόπων, ἔνθα τῶν εἰρημένων ἀποστόλων τὰ ἱερὰ σκηνώματα κατατέθειται , φησίν “ἐγὼ δὲ τὰ “τρόπαια τῶν ἀποστόλων ἔχω δεῖξαι.
ἐὰν γὰρ θελή- “ σῃς ἀπελθεῖν ἐπὶ τὸν Βατικανὸν , ἢ ἐπὶ τὴν ὁδὸν “τὴν Ὠστίαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ἱδρυ- “ σαμἐνων τὴν ἐκκλησίαν. ”
ὡς δὲ κατὰ τὸν αὐτὸν ἄμφω καιρὸν ἐμαρτύρησαν , Κορινθίων ἐπίσκοπος Διονύσιος ἐγγράφως Ῥωμαίοις ὁμιλῶν ὧδέ πως παρίστησιν “ ταῦτα καὶ ὑμεῖς διὰ τῆς τοσαύτης νουθεσίας “τὴν ἀπὸ Πέτρου καὶ Παύλου φυτείαν γενηθεῖσαν “ Ῥωμαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ “ἄμφω καὶ εἰς τὴν ἡμετέραν Κόρινθον φυτεύσαντες ἡμᾶς ὁμοίως ἐδίδαξαν· ὁμοίως δὲ καὶ εἰς τὴν Ἰτο “ λίαν ὁμόσε διδάξαντες ἐμαρτύρησαν κατὰ τὸν αὐτ’ “ καιρόν.’ καὶ ταῦτα δὲ, ὡς ἂν ἔτι μᾶλλον πιστωθε τὰ τῆς ἱστορίας.
[Nic. H. E. III, 3,] Αὖθις δ’ ὁ Ἰώση(??) πλεῖστα ὅσα περὶ τῆς τὸ πᾶν Ἰουδαίων ἔθνος κατ’ λαβούσης διελθὼν συμφορᾶς δηλοῖ κατὰ λέξιν , ἑ πλείστοις ἄλλοις μυρίους ὅσους τῶν παρὰ Ἰουδαῖοι [*](29 loseph. B. I. II, 14, 9.)
εἶτα δὲ καὶ καθ’ ὅλην τὴν Συρίαν ἐπὶ τῇ τῶν Ἰουδαίων ἀποστάσει δεινήν φησι κατειληφέναι ταραχὴν , πανταχόσε τῶν ἀπὸ τοῦ ἔθνους πρὸς τῶν κατὰ πόλιν ἐνοίκων ὡσὰν πολεμίων ἀνηλεῶς πορθουμένων , ὥστε ὁρᾶν τὰς πόλεις μεστὰς ἀτάφων σωμάτων, καὶ νεκροὺς ἅμα νηπίοις γέροντας ἐρριμμένους , γύναιά τε μηδὲ τῆς ἐπ’ αἰδοῖ σκέπης μετειληφότα, καὶ πᾶσαν μὲν τὴν ἐπάρχιον μεστὴν ἀδιηγήτων συμφορῶν , μείζονα δὲ τῶν ἑκάστοτε τολμωμένων τὴν ἐπὶ τοῖς ἀπειλουμένοις ἀνά- τασιν. ταῦτα κατὰ λέξιν ὁ Ἰώσηπος. καὶ τὰ μὲν κατὰ Ἰουδαίους ἐν τούτοις ἦν.
[Nic. H. E. II, 39 –44. III, 1] Τὰ μὲν δὴ κατὰ Ἰουδαίους ἐν τούτοις ἦν. τῶν δὲ ἱερόν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν ἐφ’ ἅπασαν κατασπαρέντων τὴν οἰκουμένην, Θωμᾶς μὲν, ὡς ἡ παράδοσις περιέχει , τὴν Παρθίαν εἴληχεν , Ἀνδρέας δὲ τὴν Σκυθίαν, Ἰωάννης τὴν Ἀσίαν, πρὸς οὓς καὶ διατρίψας ἐν Ἐφέσω τελευτᾷ.
Πέτρος δὲ ἐν Πόντῳ καὶ Γαλατία καὶ Βιθυνία Καππαδοκία τε καὶ Ἀσία κεκηρυχέναι τοῖς ἐν διασπορᾷ Ἰουδαίοις ἔοικεν· ὃς [*](7 loseph. B. I. 11, 18, 2.)
τί δεῖ περὶ Παύλου λέγειν , ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ εὐαγγέλιον τοὐ Χριστοῦ, καὶ ὕστερον ἐν τῇ Ῥώμῃ ἐπὶ Νέρωνος μεμαρτυρηκότος ; ταῦτα Ὠριγένει κατὰ λέξιν ἐν τρίτῳ τόμῳ τῶν εἰς τὴν Γένεσιν ἐξηγητικῶν εἴρηται.
[Nic. H. E. III, 2] Τῆς δὲ Ῥωμαίων ἐκκλησίας μετὰ τὴν Παύλου καὶ Πέτρου μαρτυρίαν πρῶτος κληροῦται τὴν ἐπισκοπὴν Λίνος. μνημονεύει τούτου Τιμοθέῳ γράφων ἀπὸ Ῥώμης ὁ Παῦλος κατὰ τὴν ἐπὶ τέλει τῆς ἐπιστολῆς πρόσρησιν.
[Nic. H. E. ΙΙ, 45-46] Πέτρου μὲν οὖν ἐπι- στολὴ μία ἡ λεγομένη αὐτοῦ προτέρα ἀνωμολόγηται · ταύτῃ δὲ καὶ οἶ πάλαι πρεσβύτεροι ὡς ἀναμφιλέκτῳ ἐν τοῖς σφῶν αὐτῶν κατακέχρηνται συγγράμμασι. τὴν δὲ φερομένην αὐτοῦ δευτέραν οὐκ ἐνδιάθηκον μὲν εἶναι παρειλήφαμεν , ὅμως δὲ πολλοῖς χρήσιμος φανεῖσα μετὰ τῶν ἄλλων ἐσπουδάσθη γραφῶν.
τό γε μὴν τῶν ἐπικεκλημένων αὐτοῦ πράξεων, καὶ τὸ κατ’ αὐτὸν ὠνομασμένον εὐαγγέλιον , τό τε λεγόμενον αὐτοῦ κήρυγμα, καὶ τὴν καλουμένην ἀποκάλυψιν οὐδ’ ὅλως ἐν καθολικαῖς ἴσμεν παραδεδομένα, ὅτι μήτε ἀρχαίων μήτε τῶν καθ’ ἡμᾶς τις ἐκκλησιαστικὸς συγγραφεὺς ταῖς ἐξ αὐτῶν συνεχρήσατο μαρτυρίαις.
προι·ούσης δὲ τῆς ἱστορίας προύργου ποιήσομαι σὺν ταῖς διαδοχαῖς ὑποσημήνασθαι τίνες τῶν κατὰ χρόνους ἐκκλησιαστικῶν συγγραφέων ὁποίαις κέχρηνται τόν ἀντιλεγομένων , τίνα τε περὶ τῶν ἐνδιαθήκων καὶ ὁμολογουμένων γραφῶν, καὶ ὅσα περὶ τῶν μὴ τοιούτων αὐτοῖς εἴρηται.
ἀλλὰ τὰ μὲν ὀνομαζόμενα Πέτρου, ὧν μόνην μίαν γνησίαν ἔγνων ἐπιστολὴν καὶ
τοῦ δὲ Παύλου πρόδηλοι καὶ σαφεῖς αἶ δεκατέσσαρες ἐπιστολαί. ὅτι γε μήν τινες ἠθετήκασι τὴν πρὸς Ἑβραίους , πρὸς τῆς Ῥωμαίων ἐκκλησίας ὡς μὴ Παύλου οὖσαν αὐτὴν ἀντιλέγεσθαι φήσαντες, οὐ δίκαιον ἀγνοεῖν. καὶ τὰ περὶ ταύτης δὲ τοῖς πρὸ ἡμῶν εἰρημένα κατὰ καιρὸν παραθήσομαι. οὐδὲ μὴν τὰς λεγομένας αὐτοῦ Πραξεῖς ἐν ἀναμφιλέκτοις παρείληφα.