Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. III, 15] Ἐπὶ τούτῳ δῆτα καἲ ἡ λεγομένη τῶν Νικολαϊτῶν αἵρεσις ἐπὶ σμικρότατον συνέστη χρόνον, ἧς δὴ καὶ ἡ τοῦ Ἰωάννου Ἀποκάλυψις μνημονεύει. οὗτοι Νικόλαον ἔνα τῶν ἀμφὶ τὸν Στέφανον διακόνων πρὸς τῶν ἀποστόλων ἐπὶ τῇ τῶν [*](13 Iren. I, 26. p. 105. 16 Ibid. III, 3. p. 177.)

v.4.p.121
ἐνδεῶν θεραπείᾳ προκεχειρισμένων ηὔχουν. ὅ γε μὴν Ἀλεξανδρεὺς Κλήμης ἐν τρίτῳ στρωματεῖ ταῦτα περὶ αὐτοῦ κατὰ λέξιν ἱστορεῖ

“ὡραίαν, φασὶ, γυ- “ναῖκα ἔχων οὗτος μετὰ τὴν ἀνάληψιν τὴν τοῦ σωτῆ- “ρος πρὸς τῶν ἀποστόλων ὀνειδισθεὶς ζηλοτυπίαν εἰς “μέσον ἀγαγὼν τὴν γυναῖκα γῆμαι τῷ βουλομένῳ ἐπέ- “τρεψεν. ἀκόλουθον γὰρ εἶναί φασι τὴν πρᾶξιν ταύ- “την ἐκείνῃ τῇ φωνῇ, τῇ ὅτι παραχρᾶσθαι τῇ σαρκὶ “δεῖ. καὶ δὴ κατακολουθήσαντες τῷ γεγενημένῳ τῷ “τε εἰρημένῳ ἁπλῶς καὶ ἀβασανίστως ἀναίδην ἐκ- “πορνεύουσιν οἱ τὴν αἵρεσιν αὐτοῦ μετιόντες.

“πυνθάνομαι δ᾿ ἐγὼ τὸν Νικόλαον μηδεμιᾷ ἑτέρᾳ “παρ᾿ ἣν ἔγημε κεχρῆσθαι γυναικὶ, τῶν τε ἐκείνου “τέκνων τὰς μὲν θηλείας καταγηράσαι παρθένους, “ἄφθορον δὲ διαμεῖναι τὸν υἱόν. ὧν οὕτως ἐχόντων “ἀποβολὴ πάθους ἦν ἡ εἰς μέσον τῶν ἀποστόλων τῆς “ζηλοτυπουμένης ἐγκύκλησις γυναικὸς, καὶ ἡ ἐγκρά- “τεια τῶν περισπουδάστων ἡδονῶν τὸ “παραχρᾶσθαι “τῇ σαρκὶ” ἐδίδασκεν. οὐ γὰρ οἶμαι ἐβούλετο κατὰ “τὴν τοῦ σωτῆρος ἐντολὴν δυσὶ κυρίοις δουλεύειν, “ἡσονῇ καὶ κυρίῳ.

λέγουσι δ᾿ οὖν καὶ τὸν Ματ- “θίαν οὕτω διδάξαι, σαρκὶ μὲν μάχεσθαι καὶ παρα- “χρᾶσθαι, μηδὲν αὐτῇ πρὸς ἡδονὴν ἐνδιδόντα, ψυ- “χὴν δ᾿ αὔξειν διὰ πίστεως καὶ γνώσεως.” ταῦτα μὲν οὖν περὶ τῶν κατὰ τοὺς δηλουμένους χρόνους παραβραβεῦσαι τὴν ἀλήθειαν ἐγκεχειρηκότων, λόγου γε μὴν θᾶττον εἰς τὸ παντελὲς ἀπεσβηκότων, εἰρήσθω.