Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ Διονύσιος δὲ ὁ τῆς κατ᾿ Ἁλεξάνδρειαν παροικίας καθ᾿ ἡμᾶς τὴν ἐπισκοπὴν εἰληχὼς, ἐν δευτέρῳ τῶν ἐπαγγελιῶν περὶ τῆς Ἰωάννου Ἀπο- [*](28 Διονύσιος] Conf. infra 7, 25.)

v.4.p.120
καλύψεως εἰπών τινα ὡς ἐκ τῆς ἀνέκαθεν παραδόσεως, τοῦ αὐτοῦ μέμνηται ἀνδρὸς τούτοις τοῖς ῥήμασι

“Κήρινθον δὲ τὸν καὶ τὴν ἀπ’ ἐκείνου κλη- “θεῖσαν Κηρινθιανὴν αἵρεσιν συστησάμενον ἀξιό- “πιστον ἐπιφημίσαι θελήσαντα τῷ ἑαυτοῦ πλάσματι “ὄνομα. τοῦτο γὰρ εἶναι τῆς διδασκαλίας αὐτοῦ τὸ “δόγμα, ἐπίγειον ἔσεσθαι τὴν τοῦ Χριστοῦ βασιλείαν. “

καὶ ὧν αὐτὸς ὠρέγετο φιλοσώματος ὢν καὶ πάνυ “σαρκικὸς, ἐν τούτοις ὀνειροπολεῖν ἔσεσθαι, γαστρὸς “καὶ τῶν ὑπὸ γαστέρα πλησμοναῖς, τουτέστι σιτίοις “καὶ ποτοῖς καὶ γάμοις, καὶ δι’ ὧν εὐφημότερον “ταῦτα ᾠήθη ποριεῖσθαι, ἑορταῖς καὶ θυσίαις καὶ ἱε- “ρείων σθαγαῖς.”

ταῦτα Διονύσιος. ὁ δὲ Εἰρήναιος ἀπορρητοτέρας δή τινας τοῦ αὐτοῦ ψευδοδοξίας ἐν πρώτῳ συγγράμματι τῶν πρὸς τὰς αἱρέσεις προθεὶς ἐν τῷ τρίτῳ καὶ ἱστορίαν οὐκ ἀξίαν λήθης τῇ γραφῇ παραδέδωκεν, ὡς ἐκ παραδόσεως Πολυκάρπου φάσκων Ἰωάννην τὸν ἀπόστολον εἰσελθεῖν ποτε ἐν βαλανείῳ, ὥστε λούσασθαι, γνόντα δὲ ἔνδον ὄντα τὸν Κήρινθον ἀποπηδῆσαί τε τοῦ τόπου καὶ ἐκφυγεῖν θύραζε, μηδ’ ὑπομείναντα τὴν αὐτὴν αὐτῷ ὑποδῦναι στέγην, ταὐτὸ δὲ τοῦτο καὶ τοῖς σὺν αὐτῷ παραινέσαι φήσαντα, “φύγωμεν, μὴ καὶ τὸ βαλανεῖον “συμπέσῃ, ἔνδον ὄντος Κηρίνθου τοῦ τῆς ἀληθείας ἐχθροῦ.