Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic, H. E. II, 9.] Καὶ δὴ τὰ κατὰ Γάϊον οὑτος Ἰουδαίοις συμβάντα πέντε βιβλίοις παραδίδωσιν, ὁμοῦ τὴν Γαίου διεξιὼν φρενοβλάβειαν , ὡσὰν θεὸν ἑαυτὸν ἀναγορεύσαντος καὶ μυρία περὶ τὴν ἀρχὴν ἐνυβρίσαντος , τάς τε κατ’ αὐτὸν Ἰουδαίων ταλαιπω- ρίας, καὶ ἣν αὐτὸς στειλάμενος ἐπὶ τῆς Ῥωμαίων πόλεως ὑπὲρ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν ὁμοεθνῶν ἐποιήσατο πρεσβείαν, καὶ ὅπως ἐπὶ τοῦ Γαίου καταστὰς ὑπὲρ τῶν πατρίων νόμων οὐδέν τι πλέον γέλωτος καὶ διασυρμῶν ἀπηνέγκατο , μικροῦ δεῖν καὶ τὸν περὶ τῆς ζωῆς ἀνατλὰς κίνδυνον.

μέμνηται δὲ καὶ τούτων ὁ Ἰώσηπος ἐν ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας, κατὰ λέξιν ταῦτα γράφων “ καὶ δὴ στάσεως ἐν Ἀλεξανδρείᾳ γενομένης Ἰουδαίων τε, οἳ ἐνοικοῦσι, [*](5 A. I. XVIII, 6, 10. 29 A. I. XVIII, 8, 1.)

v.4.p.52
“καὶ Ἑλλήνων τρεῖς ἀφ’ ἑκατέρας τῆς στάσεως πρεσβευταὶ “αἱρεθέντες παρῆσαν πρὸς τὸν Γάϊον.

καὶ “ἦν γὰρ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς Ἀπίων, ὃς “εἰς τοὺς Ἰουδαίους ἐβλασφήμησεν, ἄλλα τε “λέγων καὶ ὡς τῶν Καίσαρος τιμῶν περιορῷεν· πάντων γοῦν, ὅσοι τῇ Ῥωμαίων ἀρχῇ ὑποτελεῖς εἶεν, βωμοὺς τῷ Γαΐῳ καὶ ναοὺς ἱδρυμένων, τά τε ἄλλα “ ἐν πᾶσιν αὐτὸν ὥσπερ τοὺς θεοὺς δεχομένων, μόνους τούσδε ἄδοξον ἡγεῖσθαι ἀνδριᾶσι τιμᾶν καὶ “ ὄρκιον αὐτοῦ τὸ ὄνομα ποιεῖσθαι.