Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 9] Τιβέριος μὲν οὖν ἀμφὶ τὰ δύο καὶ εἴκοσι βασιλεύσας ἔτη τελευτᾷ, μετὰ δὲ τοῦτον Γάϊος τὴν ἡγεμονίαν παραλαβὼν αὐτίκα τῆς Ἰουδαίων ἀρχῆς Ἀγρίππᾳ τὸ διάδημα περιτίθησιν, βασιλέα καταστήσας αὐτὸν τῆς τεΦιλίππου καὶ τῆς Λυσα-

v.4.p.51
νίου τετραρχίας , πρὸς αἷς μετ’ οὐ πολὺν αὐτῷ χρόνον καὶ τὴν Ἡρώδου τετραρχίαν παραδίδωσιν, ἀιδίῳ φυγῇ τὸν Ἡρώδην οὗτος δ’ ἦν ὁ κατὰ τὸ πάθος τοῦ σωτῆρος) σὺν καὶ τῇ γυναικὶ Ἡρωδιάδι πλείστων ἕνεκα ζημιώσας αἰτιῶν. μάρτυς Ἰώσηπος καὶ τούτων.

κατὰ δὴ τοῦτον Φίλων ἐγνωρίζετο, πλείστοις ἀνὴρ οὐ μόνον τῶν ἡμετέρων, ἀλλὰ καὶ τῶν ἀπὸ τῆς ἔξωθεν ὁρμωμένων παιδείας ἐπισημότατος. τὸ μὲν οὖν γένος ἀνέκαθεν Ἑβραῖος ἦν, τῶν δ’ ἐπ’ Ἀλεξανδρείας ἐν τέλει διαφανῶν οὐδενὸς χείρων.

περὶ μὲν οὑν τὰ θεῖα καὶ πάτρια μαθήματα ὅσον τε καὶ ὁπηλίκον εἰσενήνεκται πόνον ἔργῳ πᾶσι δῆλος· καὶ περὶ τὰ φιλόσοφα δὲ καὶ ἐλευθέρια τῆς ἔξωθεν παιδείας οἶός τις ἦν οὐδὲν δεῖ λέγειν, ὅτε καὶ μάλιστα τὴν κατὰ Πλάτωνα καὶ Πυθαγόραν ἐζηλωκὼς ἀγωγὴν διενεγκεῖν ἅπαντας τοὺς καθ’ ἑαυτὸν ἱστορεῖται.