Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

δῆλον δ᾿ ἐστὶν ὅτι περὶ Ἰουδαίων αὐτῷ ταῦτ᾿ εἴρητο ἐκ τοῦ καὶ τὰ Ἱεροσόλυμα ἐν τοῖς παρ᾿ Ἕλλησι Σολύμοις ὀνομαζομένοις ὄρεσι κεῖσθαι, πλησίον δὲ εἶναι τὴν Ἀσφαλτῖτιν λίμνην, πλατυτάτην οὖσαν κατὰ τὸν ποιητὴν καὶ μείζονα πασῶν τῶν ἐν τῇ Συρίᾳ λιμνῶν.”

Ταῦτα μὲν οὖν καὶ οὗτος.

Ὁ δὲ Πορφύριος ἐν τῷ πρώτῳ τῆς Ἐκ λογίων φιλοσοφίας αὐτὸν εἰσάγει τὸν ἑαυτοῦ θεὸν τῷ Ἑβραίων γένει μετὰ τῶν ἄλλων τῶν ἐπὶ συνέσει βοωμένων ἐθνῶν σοφίαν ἐπιμαρτυροῦντα.

λέγει δὲ ὁ παρ᾿ αὐτῷ Ἀπόλλων δι᾿ οὗ ἐκτίθεται χρησμοῦ τάδε. ἐκκειμένων δὲ ἔτι περὶ τῶν θυσιῶν ἐπάγει, οἷς προσέχειν δεῖ, ἅτε μεστοῖς οὖσι πάσης θεοσοφίας

  • αἰπεινὴ μὲν ὁδὸς μακάρων, τρηχεῖά τε πολλὸν,
  • χαλκοδέτοις τὰ πρῶτα διοιγομένη πυλεῶσιν·
  • ἀτραπιτοὶ δὲ ἔασιν ἀθέσφατοι ἐγγεγαυῖαι,
  • ἃς πρῶτοι μερόπων ἐπ᾿ ἀπείρονα πρῆξιν ἔφηναν
  • οἱ τὸ καλὸν πίνοντες ὕδωρ Νειλώτιδος αἴης·
  • πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν,
  • Ἀσσύριοι Λυδοί τε καὶ Ἑβραίων γένος ἀνδρῶν,
  • καὶ τὰ τούτοις ἀκόλουθα. οἷς ὁ συγγραφεὺς ἐπιλέγει

    “Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς, αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν. τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρ-

    v.1.p.479
    τύρησε Φοίνιξί τε καὶ Χαλδαίοις, Ἀσσύριοι γὰρ οὗτοι) Λυδοῖς τε καὶ Ἑβραίοις.

    ἔτι πρὸς τούτοις καὶ ἐν ἑτέρῳ χρησμῷ φησιν ὁ Ἀπόλλων,

  • μοῦνοι Χαλδαῖοι σοφίαν λάχον, ἠδ’ ἄρ Ἑβραῖοι,
  • αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς.
  • καὶ πάλιν ἐρωτηθεὶς , τίνι λόγῳ πολλοὺς λέγουσιν οὐρανοὺς, ἔχρησε τάδε

  • εἰς ἐν παντὶ πέλει κόσμου κύκλος, ἀλλὰ σὺν ἑπτὰ
  • ζώναισιν πεφόρηται εἰς ἀστερόεντα κέλευθα,
  • ἃς δὴ Χαλδαῖοι καὶ ἀριζήλωτοι βραῖοι
  • οὐρανίας ὀνόμηναν, ἐς ἑβδόματον δρόμον ἕρπειν.
  • Περὶ μὲν οὖν τῆς Ἰουδαίων τε καὶ Ἑβραίων προσηγορίας τῆς τε παρ’ αὐτοῖς πάλαι διαπρεπούσης εὐσεβείας τε καὶ φιλοσοφίας ἐκκείσθω ταῦτα, περὶ δὲ τῆς πατρίου αὐτῶν ἱστορίας θέα ὁπόσοι συνεφώνησαν·