Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά· γέγονε γὰρ πολυμαθής· καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ’ ἡμῖν μετεωέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν.

[*](16 Ἀριστόβουλος —] Clemens Al. Strom. I, 22. p. 410.)
v.1.p.477

Νουμήνιος δὲ ὁ Πυθαγορικὸς φιλόσοφος ἄντικρυς γράφει · τί γάρ ἐστι Πλάτων’ ἢ Μώσης ἀττικίζων ;

Ταῦτα ὁ Κλήμης.

Καὶ αὐτοῦ δὲ τοῦ Πυθαγορικοῦ φιλοσόφου, τοῦ Νουμηνίου λέγω , ἀπὸ τοῦ πρώτου Περὶ τἀγαθοῦ τάδε παραθήσομαι

“ Εἰς δὲ τοῦτο δεήσει εἰπόντα καὶ σημηνάμενον ταῖς μαρτυρίαις ταῖς Πλάτωνος ἀναχωρήσασθαι καὶ ξυνδήσασθαι τοῖς λόγοις τοῦ Πυθαγόρου , ἐρικαλἐσασθαι δὲ τὰ ἔθνη τὰ εὐδοκιμοῦντα, προσφερόμενον αὐτῶν τὰς τελετὰς καὶ τὰ δόγματα, τάς τε ἱδρύσεις συντελουμένας Πλάτωνι ὁμολογουμένως, ὁπόσας Βσαχμᾶνες καὶ Ἰουδαῖοι καὶ Μάγοι καὶ Αἰγύπτιοι διέ- θεντο

Ταῦτα μὲν οὖν περὶ τῶνδε.

Καὶ ἐν τῇ τρίτῃ δὲ βίβλῳ Μώσεως ὁ αὐτὸς τάδε λέγων μνημονεύει

“Τὰ δ’ ἐξῆς Ἰαννῆς καὶ Ἰαμβρῆς Αἰγύπτιοι ἱερογραμματεῖς, ἄνδρες οὐδενὸς ἥττους μαγεῦσαι κριθέντες εἶναι, ἐπὶ Ἰουδαίων ἐξελαυνομένων ἐξ Αἰγύπτου.

Μουσαίῳ γοῦν τῷ Ἰουδαίων ἐξηγησαμένῳ, ἀνδρὶ γενομένῳ θεῷ εὔξασθαι δυνατωτάτῳ, οἱ παραστῆναι ἀξιωθέντες ὑπὸ τοῦ πλήθους τοῦ τῶν Αἰγυ ττίων οὗτοι ἦσαν, τῶν τε συμφορῶν ἃς ὁ Μουσαῖος ἐπῆγε τῇ Αἰγύπτῳ, τὰς νεανικωτάτας αὐτῶν ἐπιλύεσθαι ὤφθησαν δυνατοί.’

Διὰ δὴ τούτων ὁ Νουμήνιος καὶ τοῖς ὑπὸ Μώσεως ἐπιIελ͂ῖ-σθ̀εῖσι παραδόξοις θαύμασι καὶ αὐτῷ δὲ ὡς θεοφιλεῖ γενομένῳ μαρτυρεῖ.

“ Τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ Χοιρίλος ἀρχαῖος [*](30 Τοῦ δὲἸουδαίων — ] loseph. c. Apion, I, 22. p. 454.)

v.1.p.478
γενόμενος ποιητὴς μέμνηται, καὶ ὡς συνεστράτευσαν τῷ βασιλεῖ Ξέρξῃ ἐπὶ τὴν Ἑλλάδα. λέγει δὲ οὕτως
  • τῶν δ᾿ ὄπιθεν διέβαινε γένος θαυμαστὸν ἰδέσθαι,
  • γλῶσσαν μὲν Φοίνισσαν ἀπὸ στομάτων ἀφιέντες,
  • ῳκουν δ᾿ ἐν Σολύμοις ὄρεσι, πλατέῃ παρὰ λίμνῃ,
  • αὐχμαλέοι κεφαλὰς, τροχοκουράδες· αὐτὰρ ὕπερθεν
  • ἵππων δαρτὰ πρόσωπ᾿ ἐφόρουν ἐσκληκότα καπνῷ.