Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τούτου δὲ μνημονεύει καὶ ὁ ἡμέτερος Κλήμης μὴς ἐν τῷ πρώτῳ Στρωματεῖ, δι’ ὧν ταῦτά φησι

Κλέαρχος δ’ ὁ περιπατητικὸς εἰδέναι φησί τινα Ἰουδαῖον, ὃς Ἀριστοτέλει συνεγένετο.’’

Καὶ μεθ’ ἕτερα ἐπιλέγει

“ Νουμᾶς δὲ ὁ Ρωμαίων βασιλεὺς Πυθαγόρειος μὲν ἦν , ἐκ δὲ τῶν Μώσεως ὠφεληθεὶς διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζωόμορφον εἰκόνα θεοῦ Ῥωμαίους κτίζειν.

ἐν γοῦν ἑκατὸν καὶ ἑβδομήκοντα [*](24 Κλέαρχος ] Clemens Al. Strom. I, 15. p, 358 et 360.)

v.1.p.476
τοῖς πρώτοις ἔτεσι ναοὺς οἰκοδομούμενοι ἄγαλμα οὐδὲν οὔτε πλαστὸν οὔτε μὴν γραπτὸν ἐροιήσαντο. ἐπεδείκνυτο γὰρ αὐτοῖς ὁ Νουμᾶς δι’ ἐπικρύψεως ὡς οὐκ ἐφάψασθαι τοῦ βελτίστου δυνατὸν γλώττῃ, μόνῳ δὲ τῷ νῷ.

Ἔτι πρὸς τούτοις ἐξῆς ὑποβὰς τάδε φησί

“ Φανερώτατα δὲ Μεγασθενὴς ὁ συγγραφεὺς ὁ Σελεύκῳ τῷ Νικάνορι συμβεβιωκὼς ἐν τῇ τρίτη τῶν Ἰνδικῶν ὧδε γράφει · ἅπαντα μέντοι τὰ περὶ φύσεως εἰρημένα παρὰ τοῖς ἀρχαίοις λέγεται καὶ παρὰ τοῖς ἔξω τῆς Ἑλλάδος φιλοσοφοῦσι, τὰ μὲν παρὰ Ἰνδοῖς δοῖς ὑπὸ τῶν Βραχμάνων , τὰ δὲ ἐν Συρία ὑπὸ τῶν καλουμένων Ἰουδαίων. ”

Ἔτι πρὸς τούτοις ὁ ΚλήμηςἈριστοβούλου τοῦ περιπατητικοῦ καἰ Νουμηνίου τοῦ Πυθαγορείου μνημονευει μονεύει λέγων

“ Ἀριστόβουλος δὲ ἐν τῷ πρώτῳ τῶν πρὸς τὸν Φιλομήτορα κατὰ λέξιν γράφει ·

Κατηκολούθηκε δὲ ὁ Πλάτων’ τῇ καθ’ ἡμᾶς νομοθεσί}α, καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτὴ λεγομένων.

διηρμήνευται δὲ πρὸ Δημητρίου ὑφ’ ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως, τά τε κατὰ τὴν ἐξ Αἰγύπτου ἐξαγωγὴν τῶν Ἑβραίων τῶν ἡμετέρων πολιτῶν, καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια, καὶ κράτησις τῆς χώρας, καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις.

ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά· γέγονε γὰρ πολυμαθής· καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ’ ἡμῖν μετεωέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν.

[*](16 Ἀριστόβουλος —] Clemens Al. Strom. I, 22. p. 410.)
v.1.p.477

Νουμήνιος δὲ ὁ Πυθαγορικὸς φιλόσοφος ἄντικρυς γράφει · τί γάρ ἐστι Πλάτων’ ἢ Μώσης ἀττικίζων ;

Ταῦτα ὁ Κλήμης.