Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὗτος οὖν ὁ ἄνθρωπος, βαδιξόντων πολλῶν κατὰ τὴν ὁδὸν, καὶ μάντεως τινος ὀρνιθενομένου, καὶ πάντας ἐπισχεῖν ἀξιοῦντος, ἠρώτησε διὰ τί προσμένουσι · δείξαντος δὲ τοῦ μάντεως αὐτῷ τὸν ὄρνιθα, καὶ φήσαντος, ἐὰν μὲν αὐτοῦ μένῃ, προσμένειν συμφέρει πᾶσιν, ἐὰν δὲ ἀναστὰς εἰς τοὔμπροσθεν πέτηται, προάγειν, ἐὰν δὲ εἰς τὸ ὄπισθεν, ἀναχωρεῖν αὖθις· σιωπήσας καὶ ἑλκύσας τὸ τόξον ἔβαλε, καὶ τὸν ὄρνιθα πατάξας ἀπέκτεινεν.

ἀγανακτούντων δὲ τοῦ μάντεως καί τινων ἄλλων καὶ καταρωμένων αὐτῷ, Τί μαίνεσθε, ἔφη, κακαδαίμονες; εἶτα τὸν ὄρνιθα λαβὼν εἰς τὰς χεῖρας, Πῶς γὰρ οὗτος, ἔφη, τὴν αὑτοῦ σωτηρίαν οὐ προι·δὼν, περὶ τῆς ἡμετέρας πορείας ἡμῖν ἄν τι ὑγιὲς ἀνήγγειλεν; εἰ γὰρ ἠδύνατο προγινώσκειν τὸ μέλλον , εἰς τὸν τόπον τοῦτον οὐκ ἂν ἦλθε , φοβούμενος μὴ τοξεύσας αὐτὸν ἀποκτείνῃ Μοσόμαμος ὁ Ἰουδαῖος. καὶ ταῦτα μὲν ὁ Ἑκαταῖος.

‘‘Κλέαρχος δὲ ὁ περιπατητικὸς φιλόσοφος ἐν τῷ πρώτῳ Περὶ ὕπνου βιβλίῳ Ἀριστοτέλει τῷ φιλοδόφῳ τοιόνδε τινὰ περὶ Ἰουδαίων ἀνατίθησι λόγον, ὧδε πρὸς ῥῆμα γράφων,

‘ ’ Ἀλλὰ τὰ μὲν πολλὰ μακρὸν ἂν εἴη λέγειν· ὅσα δὲ ἔχει τῶν ἐκείνου θαυμασιότητά τινα καὶ φιλοσοφίαν ὁμοίως διελθεῖν οὐ χεῖρον. Σαφῶς δ’ ἴσθι, εἶπεν,Ὑπεροχίδη, θαυμαστὸν ὀνείροις ἴσα σοι δόξω λέγειν.

καὶ ὁ Ὑρεσοχίδης εὐλαβούμενος , Δι’ αὐτὸ γὰρ , ἔφη, τοῦτο [*](22 Κλέαρχος — ] loseph. c. Apion. I, 22. p. 454.)

v.1.p.475
καὶ ζητοῦμεν ἀκοῦσαι πάντες.

Οὐκοῦν, εἶπεν ὁ Ἀριστοτέλης, κατὰ τὸ τῶν ῥητορικῶν παράγγελμα, γένος αὐτοῦ πρῶτον διέλθωμεν, ἵνα μὴ ἀπειθῶμεν τοῖς τῶν ἀπαγγελιῶν διδασκάλοις.

Λέγε, εἶπεν ὁ Ύπεροχίδης, οὕτως εἰ δοκεῖ.

Κεῖνος τοίνυν τὸ μὲν γένος ἦν Ἰουδαῖος, ἐκ τῆς Κοίλης Συρίας, οὗτοι δ’ εἰσὶν ἀπόγονοι τῶν ἐν Ἰνδοῖς φιλοσόφων· καλοῦνται δὲ, ὥς φασιν, οἶ φιλόσοφοι παρὰ μὲν Ἰνδοῖς Καλανοί, παρὰ δὲ Σύροις Ἰουδαῖοι, τοὔνομα λαβόντες ἄπο του τόπου. προσαγορεύεται γὰρ ὂν κατοικοῦσι τόπον Ἰουδαία · τὸ δὲ τῆς πόλεως αὐτῶν ὄνομα πάνυ σκολιόν ἐστιν, Ἰερουσαλὴμ γὰρ αὐτὴν καλοῦσιν.

οὗτος οὑν ὁ ἄνθρωπος ἐπιξενούμενός τε πολλοῖς κἀκ τῶν ἄνω τόπων εἰς τοὺς ἐπιθαλαττίους ὐποκαταβαίνων Ἑλληνικὸς ἦν οὐ τῇ διαλέκτῳ μόνον, ἀλλὰ καὶ τῇ ψυχῇ. καὶ τότε διατριβόντων ἡμῶν περὶ τὴνἈσίαν, παραβαλὼν εἰς τοὺς αὐτοὺς τόπους ἄνθρωπος, ἐντυγχάνει ἡμῖν τε καί τισιν ἑτέροις τῶν σχολαστικῶν , πειρώμενος αὐτῶν τῆς σοφίας. ὡς δὲ πολλοῖς τῶν ἐν παιδείᾳ συνῳκείωτο, παρεδίδου τι μᾶλλον ὧν εἶχε. ταῦτα καὶ ὁ Κλέαρχος.