Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

κηλῖδα δὲ ὑπολαμβάνουσι τοὔλαιον, κἂν ἀλειφθῇ τις ἄκων, σμήχεται τὸ σῶμα· τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται, λευχειμονεῖν τε διὰ παντός.

χειροτονητοὶ δὲ τῶν κοινῶν οἱ ἐπιμεληταὶ καὶ ἀδιαίρετοι πρὸς ἁπάντων εἰς τἀς χρείας ἕκαστοι. μία δ’ οὐκ ἔστιν αὐτῶν πόλις, ἀλλ’ ἐν ἑκάστῃ μετοικοῦσι πολλοὶ, καὶ τοῖς ἑτέρωθεν ἥκουσιν αἱρετισταῖς ἀναπέπταται τὰ παρ’ ἀλλήλοις· καὶ οἶ πρῶτον ἰδόντες εἰσίασιν ὡς πρὸς συνήθεις · διὸ οὐδὲν ἐπικομιζόμενοι ἀποδημοῦσιν ἀναλωμάτων ἕνεκα.

οὔτε δὲ ἐσθῆτα οὔτε ὐποδἠματα ἀμείβουσι, πρὶν διαρραγῆναι πρότερον παντάπασιν, ἢ δαπανηθῆναι τῷ χρόνῳ. οὐδ’ ἀγοράζουσί τι , οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος τὰ παρ’ ἑαυτῷ τὸ παρ’ ἐκείνου χρήσιμον ἀντικομίξεται· καὶ χωρὶς τῆς ἀντιδόσεως ἀκώλυτος ἡ μετάληψις αὐτοῖς παρ’ ὧν ἂν ἐθέλωσι.’’

“ Πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν γὰρ ἀνασχεῖν τὸν ἥλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, , πατρίους δέ τινας εἰς αὐτὸν εὐχὰς ὥσπερ ίκετεύοντες ἀνατεῖλαι. μετὰ ταῦτα πρὸς ἃς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφεῖνται, καὶ μέχρι

v.1.p.470
πέμπτης ὥρας ἐργασάμενοι συντόνως, ἔπειτα πάλιν εἰς ἕν ἀθροίζονται χωρίον , ζωσάμενοί τε δκεπάσμαδιν οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι· καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἐν ᾧ μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν.

αὐτοὶ δὲ καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητήριον. καθεσθέντων δὲ μεθ’ ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος ἑκάστῳ. προκατεύχεται δὲ ὁ ἱερεὺς τῆς τροφῆς , ἁγνῆς οὔσης καὶ καθαρὰς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοπͅοιησαμένοις δὲ ἐπεύχεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεόν.

ἔπειθ’ ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπ’ ἔργα τρέπονται μέχρι δείλης. δειπνοῦσι δ’ ὑποστρέψαντες στρέψαντες ὁμοίως, συγκαθεζομένων τῶν ξένων, εἰ τύχοιεν αὐτοῖς παρόντες.

οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει· τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαίνεται. τούτου δὲ αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ μετρεῖσθαι παρ’ αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι κόρου.’’