Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοῖς δὲ ζηλοῦσι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος , ἀλλ’ ἐπ’ ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθενται δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ ἐν τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβάνει ,

παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω· μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος δοκιμάζεται,

v.1.p.471
καὶ φανεὶς ἄξιος, οὕτως εἰς τὸν ὅμιλον ἐγκρίνεται.

πρὶν δὲ τῆς κοινῆς ἅψασθαι τροφῆς, ὅρκους αὐτοῖς ὄμνυσι φρικώδεις· πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν, καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτ’ ἐξ ἐριτάυματος, μισήσειν δ’ ἀεὶ τοὺς ἀδίκους καὶ συναδικεῖσθαι τοῖς δικαίοις · τὸ πιστὸν πᾶσι μὲν παρέξειν, μάλιστα δὲ τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ περιγίγνεσθαί τινι τὸ ἄρχειν. κἂν αὐτὸς ἄρχῃ , μηδεπώποτε ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν, μηδὲ ἐσθῆτι , ἤ τινι πλέονι κόσμῳ τοὺς ὑποτεταγμένους ὐπερλαμπρύνεσθαι· τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὶ καὶ τοὺς ψευδομένους προβάλλεσθαι · χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλάξειν, καὶ μήτε κρύψειν τι τοὺς αἱρετιστὰς μήθ’ ἑτέροις αὐτῶν τι μηνύσειν, κἂν μέχρι θανάτου τις βιάζηται.

πρὸς δὲ τούτοις ὄμνυσι μηδενὶ μὲν μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃστείας, καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέλων ὀνόματα.

τοιοῦτοι μὲν οἱ ὅρκοι· οἷ δὲ ἁλόντες καὶ ἐκβληθέντες κακῷ μόρῳ φθείρονται. τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένοι οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύ νανται μεταλαμβάνειν , ποηφαγοῦντες δὲ καὶ λιμῷ διαφθειρόμενοι ἀπόλλυνται.

διὸ δὴ πολλοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομίζοντες ἐπὶ τοῖς ἁμαρτήμασι τὴν μέχρι θανάτου βάσανον.’’

“ Τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετισταῖς, ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον, περικαλύψαντες θοἰματίῳ, ὡς μὴ ταῖς αὐγαῖς ἐνυβρίζειν τοῦ

v.1.p.472
θεοῦ.