Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τούτοις καὶ τὰ ἐξῆς περὶ τοῦ Ἰωσὴφ ἐκ τῆς αὐτῆς τοῦ Πολυίστορος γραφῆς ἐπισυνήφθω

“ Ἀρτάπανος δέ φησιν ἐν τῷ περὶ Ἰουδαίων τῷ ἈβραὰμἸωσὴφ ἀπόγονον γενέσθαι, υἱὸν δὲ Ἰακώβου· συνέσει δὲ καὶ φρονήσει παρὰ τοὺς ἄλλους διενεγκόντα ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευθῆναι· πσοϊδόμενον δὲ τὴν ἐπισύστασιν δεηθῆναι τῶν ἀστυγειτόνων Ἀράβων εἰς τὴν Αἴγυπτον αὐτὸν διακομίσαι · τοὺς δὲ τὸ ἐντυγχανόμενον ποιῆσαι · εἶναι γὰρ τοὺς τῶν Ἀράβων βασιλεῖς ἀπογόνους Ἰσραὴλ , υἱοὺς τοῦ Ἀβραὰμ, Ἰσαὰκ δὲ ἀδελφούς.

ἐλθόντα δὲ αὐτὸν εἰς τὴν Αἴγυπτον καὶ συσταθέντα τῷ βασιλεῖ διοικητὴν τῆς ὅλης γενέσθαι χώρας. καὶ πρότερον ἀτάκτως τῶν Αἰγυπτίων γεωμορούντων, διὰ τὸ τὴν χώραν ἀδιαίρετον εἶναι καὶ τῶν ἐλασσόνων ὑπὸ τῶν κσεισσόνων σόνων ἀδικουμένων, τοῦτον πρῶτον τήν τε γῆν διελεῖν καὶ ὄροις διασημήνασθαι, καὶ πολλὴν χερσευομένην γεωργήσιμον ἀποτελέσαι, καίτινας τῶν ἀρουρῶν

v.1.p.497
τοῖς ἱερεῦσιν ἀποκληρῶσαι.

τοῦτον δὲ καὶ μέτρα εὑρεῖν, καὶ μεγάλως αὐτὸν ὑπὸ τῶν Αἰγυπτίων διὰ ταῦτα ἀγαπηθῆναι. γῆμαι δ’ αὐτὸν ‘Ηλιουπολίτου ἱερέως Ἀσενὲθ θυγατέρα, ἐξ ἧς γεννῆσαι παῖδας. μετὰ δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα καὶ τοὺς ἀδελφοὺς κομίζοντας πολλὴν ὕπαρξιν, καὶ κατοικισθῆναι ἐν τῇ πόλει Καισὰν, καὶ τοὺς Σύρους πλεονάσαι ἐν τῇ Αἰγύπτῳ.

τούτους δέ φησι καὶ τὸ ἐν Ἄθως καὶ τὸ ἐν Ἡλιουπόλει ἱερὸν κατασκευάσαι τοὺς ‘Εσμιούθ ὀνομαζοạένους. μετὰ δὲ ταῦτα τελευτῆσαι τόν τε Ἰωσὴφ καὶ τὸν βασιλέα τῶν Αἰγυπτίων. τὸν οὑν Ἰωσὴφ κρατοῦντα τῆς Αἰγύπτου τὸν ἐτῶν ἑπτὰ σῖτον, γενόμενον κατὰ τὴν φορὰν ἄπλετον, παραθέσθαι , καὶ τῆς Αἰγύπτου δεσπότην γενέσθαι.’