Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ποσευθέτος πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἑμμὼρ καὶ τοὺς ὑποτασσομένους παρακαλοῦντος περιτέμνεσθαι, ἔνα τῶν Ἰακὼβ υἱῶν τὸ ὄνομα Συμεῶνα διαγνῶναι τόν τε Ἑμμὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς ἀδελφῆς μὴ βουληθέντα πολιτικῶς ἐνεγκεῖν· ταῦτα δὲ διαγνόντα Λευὶν τῷ ἀδελφῷ κοινώσασθαι · λαβόντα δ’ αὐτὸν συγκάταινον ἐπὶ τὴν πρᾶξιν παρορμῆσαιμ λόγιον προφερόμενον τὸν θεὸν ἀνελεῖν φάμενον τοῖς Ἀβραὰμ ἀπογόνοις δέκα ἔθνη δώσειν.

φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς τὸν Λευὶν

  • εὑ γὰρ ἐγὼ μῦθόν γε πεπυσμένος εἰμὶ θεοῖο·
  • δώσειν γάρ ποτ’ ἔφησε δέκ’ ἔθνεα παισὶν Ἀβραάμ.
  • τὸν δὲ θεὸν αὐτοῖς τοῦτον τὸν νοῦν ἐμβαλεῖν, διὰ τὸ τοὺς ἐν Σικίμοις ἀσεβεῖς εἶναι. φησὶ δέ
  • βλάπτε θεὸς Σικίμων οἰκήτορας, οὐ γὰρ ἔτιον
  • εἰς αὐτοὺς ὅστις κε μόλῃ κακὸς, οὐδὲ μὲν ἐσθλός·
  • οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πτόλιν οὐδὲ θέμιστας ·
  • λοίγια δ’ ὠρώρει τοῖσιν μεμελημένα ἔργα.
  • τὸν οὖν Λευὶν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν

    v.1.p.496
    καθωπλισμένους ἐλθεῖν, καὶ πρῶτα μὲν τοὺς ἐντ’ χάνοντας ἀναιρεῖν, ἔπειτα δὲ καὶ τὸν Ἐμμὼρ καὶ τὸν Συχὲμ φονεῦσαι.

    λέγει δὲ περὶ τῆς ἀναιρέσεως ἀυτῶν οὕτως

  • ὡς τότε δὴ Συμεὼν μὲν μὼρ ὤρουσεν ἐπ’ αὐτὸν,
  • πλῆξέ τέ οἱ κεφαλὴν, δειρὴν δ’ ἕλεν ἐν χερὶ λαιῇ,
  • λεῖψε δ’ ἔτι σπαίρουσαν, ἐπεὶ πόνος ἄλλος ὀρώρει.
  • τόφρα δὲ καὶ Λευἰν μένος ἄσχετος ἔλλαβε χαίτης
  • γούνων ἁπτόμενον Συχὲμ, ἄσπετα μαργήναντα.
  • ἤλασε δὲ κληῖδα μέσην· δῦ δὲ ξίφος ὀξὺ
  • σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς.
  • πυθομένους δὲ καὶ τοὺς ἑτέρους ἀδελφοὺς τὴν πρᾶξιν αὐτῶν ἐπιβοηθῆσαι, καὶ τὴν πόλιν ἐκπορθῆσαι, καὶ τὴν ἀδελφὴν ἀναρρυσαμένους μετὰ τῶν αἰχμαλώτων εἰς τὴν πατρῴαν ἔπαυλιν διακομίσαι.·’