Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Καίτοι Σύρων μὲν Ἰουδαῖοι διὰ τὴν ἐξ ἀρχῆς χῆς θυσίαν ἔτι καὶ νῦν, φησὶν ὁ Θεόφραστος, ξῳοθυτούντων, εἰ τὸν αὐτὸν ἡμὰς τρόπον τις κελεύοι θὐειν, ἀποσταίημεν ἂν τῆς πράξεως. οὐ γὰρ ἑστιώμεεἰν, νοὶ τῶν τυθέντων , ὁλοκαυτοῦντες δὲ ταῦτα νυκτὸς, καὶ κατ’ αὐτῶν πολὺ μέλι καὶ οἶνον λείβοντες, ἀνήλισκον λισκον τὴν θυσίαν θᾶττον , ἔνα τοῦ δεινοῦ μηδ’ ὁ πανόπτης γένοιτο θεατής.

καὶ τοῦτο δρῶσι νηστεύοντες τὰς ἀνὰ μέσον τούτων ἡμέρας· κατὰ δὲ πάντα τοῦτον τὸν χρόνον , ἅτε φιλόσοφοι τὸ γένος ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴν θεωρίαν, βλέποντες εἰς αὐτὰ, καὶ διὰ τῶν εὐχῶν θεοκλυτοῦντες. κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε λοιπῶν ζῴων καὶ σφῶν αὐτῶν, ἀνάγκῃ καὶ οὐκ ἐπιθυμίᾳ τοῦτο πράξαντες.’

Καὶ ἐν τῷ τετάρτῳ δὲ τῆς αὐτῆς ὑποθέσεως τοιαῦτα περὶ τῶν αὐτῶν ἱστορεῖ ὁ Πορφύριος

Εἰδὶ τοίνυν οἱ Ἐσσαῖοι Ἰουδαῖοι μὲν τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων πλέον.

οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμου μὲν αὐτοῖς ὑπεροψία, τοὺς δ’ ἀλλοτρίους παῖδας ἐκλαμβάνοντες ἁπαλοὺς [*](7 Καίτοι Σορῶν — ] Porphyr. De nbstin, 2, 26. 25 Ἐἰσὶ τοίνυν — ] Porphyr. De abstin. 4, 11 — 13.)

v.1.p.469
ἔτι πρὸς τὰ μαθήματα συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι, τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν γυναικῶν ἀσελγείας φυλαττόμενοι · καταφρονηταὶ δὲ πλούτου καὶ θαυμάσιον παρ’ αὐτοῖς τὸ κοινωνικὸν, οὐδ’ ἔστιν εὑρεῖν κτήσει τινὰ παρ’ αὐτοῖς ὑπερέχοντα.