Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ τῆς τῶν παρ’ Ἑβραίοις λογίων ἀποδοχῆς οὐκ ἀσυλλογίστως ἡμῖν, κρίσει δὲ καὶ διανοίᾳ ἐξητασμένῃ γεγενημένης , ἐπειδὴ συνῶπται τὰ τῆς ἀποδείξεως, ὥρα συνιδεῖν ὡς καὶ αὐτῶν Ἑλλήνων οἶ μάλιστα διαφανεῖς τῶν καθ’ Ἑβραίους οὐκ ἄπειροι γεγόνασι πραγμάτων , ἀλλ’ οἶ μὲν καὶ τῷ βίῳ τῶν ἀνδρῶν ταῖς τε παρ’ αὐτοῖς φερομέναις ἱστορικαῖς διηγήσεσιν ἀλήθειαν ἐπεμαρτύρησαν, οἱ δὲ καὶ τῆς δογματικῆς ὁμοίως αὐτοῖς ἐφήψαντο θεολογίας.

πρῶτα δὲ τὰ πρῶτα παραθήσομαι , δεικνὺς ὅσοι τῶν Ἑλληνικῶν συγγραφέων ἐπ’ ὀνόματος Ἰουδαίων τε καὶ Ἑβραίων τῆς τε παρ’ αὐτοῖς τὸ παλαιὸν ἀδκουμένης φιλοσοφίας καὶ τῆς ἀνέκαθεν τῶν προπατόρων ἱστορίας ἐμνημόνευσαν.

ἄρξεται δέ μοι ὁ λόγος ἀπὸ τοῦ τῶν ἀνδρῶν βίου, ὡς ἂν μάθοις ὅτι μὴ ἐκτὸς σώφρονος λογισμοῦ τὴν τῶν δηλουμένων φιλοσοφίαν τῶν Ἑλλήνων προτετιμήκαμεν.

ἀκόλουθα γοῦν τοῖς προεξητασμένοις ἐν τῷ πρὸ τούτου συγγράμματι καὶ τὰ τῆς ἠθικῆς αὐτοῖς ἐπιτελεῖσθαι συνασκήσεως,

v.1.p.468
οὐ μόνον αἶ παρ’ αὐτοῖς ἱεραὶ βίβλοι, ἀλλὰ καὶ τῶν παρ’ Ἕλλησι φιλοσόφων οἶ μάλιστα διαφανεῖς καὶ καθ’ ἡμᾶς βεβοημένοι μαρτυροῦσι. καὶ δὴ λαβὼν ἀνάγνωθι τὰ Θεοφράστου ἐν τοῖς Πορφυρίῳ γραφεῖσι Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς κείμενα τοῦτον τὸν τρόπον