Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ὁ Ὁ δὲ τὴν συσκευὴν τὴν κατὰ Ἰουδαίων γράψας Μολὼν κατὰ τὸν κατακλυσμὸν φησιν ἀπὸ τῆς Ἀρμενίας ἀπελθεῖν τὸν περιλειφθέντα ἄνθρωπον μετὰ τῶν υἱῶν, ἐκ τῶν ἰδίων ἐξελαυνόμενον ὑπὸ τῶν ἐγχωρίων· διανύσαντα δὲ τὴν μεταξὺ χώραν ἐλθεῖν εἰς τὴν ὀρεινὴν τῆς Συρίας οὖσαν ἔρημον.

μετὰ δὲ τρεῖς γενεὰς Ἀβραὰμ γενέσθαι , ὃν δὴ μεθερμηνεύεσθαι πατρὸς φίλον ὄν ὃν δὴ σοφὸν γενόμενον τὴν ἐρημίαν μεταδιώκειν· λαβόντα δὲ δύο γυναῖκας, τὴν μὲν ἐντοπίαν, συγγενῆ, τὴν δὲ Αἰγυπτίαν, θεράπαιναν, ἐκ μὲν τῆς Αἰγυπτίας γεννῆσαι υἱοὺς ιβ’, οὓς δὴ εἰς Ἀραβίαν ἀπαλλαγέντας διελέσθαι τὴν χώραν καὶ πρώτους βασιλεῦσαι τῶν ἐγχωρίων· ὅθεν ἕως καθ’ ἡμὰς δώδεκα εἶναι βασιλεῖς Ἀράβων ὁμωνύμους ἐκείνοις.