Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἀρτάπανος δέ φησιν ἐν τοῖς Ἰουδαϊκοῖς τοὺς μὲν Ἰουδαίους ὀνομάζεσθαι ’Eρμιοὺθ, ὃ εἷναι μεθερμηνευθὲν κατὰ τὴν Ἑλλάδα φωνὴν Ἰουδαῖοι· καλεῖσθαι δὲ αὐτοὺς Ἐβραίους ἀπὸ Ἀβραάμου. τοῦτον δέ φησι πανοικίᾳ ἐλθεῖν εἰς Αἴγυπτον πρὸς τὸν τῶν Αἰγυπτίων βασιλέα Φαρεθώνην, καὶ τὴν ἀστρο- λογίαν αὐτὸν διδάξαι· μείναντα δὲ ἔτη ἐκεῖ εἴκοσι πάλιν εἰς τοὺς κατὰ Συρίαν ἀπαλλαγῆναι τόπους · τῶν δὲ τούτῳ συνελθόντων πολλοὺς ἐν Αἰγύπτῳ καταμεῖναι διὰ τὴν εὐδαιμονίαν τῆς χώρας.

ἐν δὲ ἀδεσπότοις εὕρομεν τὸν Ἀβραὰμ ἀναφέροντα εἰς τοὺς γίγαντας, τούτους δὲ οἰκοῦντας ἐν τῇ Βαβυλωνίᾳ

v.1.p.487
διὰ τὴν ἀσέβειαν ὑπὸ τῶν θεῶν ἀναιρεθῆναι, ὧν ἕνα Βῆλον ἐκφεύγοντα τὸν θάνατον ἐν Βαβυλῶνι κατοικῆσαι , πύργον τε κατασκευάσαντα ἐν αὐτῷ διαιτᾶσθαι , ὃν δὴ ἀπὸ τοῦ κατασκευάσαντος Βήλου Βῆλον ὀνομασθῆναι. τὸν δὲ Ἄβραμον τὴν ἀστρολο- γικὴν ἐπιστήμην παιδευθέντα πρῶτον μὲν ἐλθεῖν εἰς Φοινίκην καὶ τοὺς Φοίνικας ἀστρολογίαν διδάξαι, ὕστερον δὲ εἰς Αἴγυπτον παραγενέσθαι.