Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τί θαυμάζομεν εἰ διὰ τυράννων ὁ θεὸς κακίαν ἀναχυθεῖσαν ἐν πόλεσι καὶ χώραις καὶ ἔθνεσιν ἀποδιοπομπεῖται; πολλάκις γὰρ μὴ χρώμενος ὐρηρέταις ἄλλοις αὐτὸς δι’ ἑαυτοῦ τοῦτ’ ἐργάζεται, λιμὸν ἐπάγων ἢ λοιμὸν ἢ σεισμὸν καὶ ὅσ’ ἁ ἄλλα θεήλατα, οἷς ὅμιλοι μεγάλοι καὶ πολυάνθρωποι καθ’ ἑκάστην ἡμέραν ἀπόλλυνται, καὶ πολλὴ μοῖρα τῆς οἰκουμένης ἐρημοῦται διὰ προμήθειαν ἀρετῆς. ”

“Ἰκανῶς μὲν οὖν εἴς γε τὰ παρόντα περὶ τοῦ μή τινα τῶν φαύλων εὐδαιμονεῖν, ὡς οἶμαι, λέλεκται· δι’ οὗ μάλιστα παρίσταται τὸ εἶναι πρόνοιαν εἰ δὲ μηδέπω πέπεισαι, τὸν ἔθ’ ὑποικουροῦντα ἐν-

v.1.p.460
δοιασμὸν εἰπὲ θαρρῶν· ἀμφότεροι γὰρ ᾗ τἀληθὲς ἔχει συνδιαπορήσαντες εἰσόμεθα.’’

Καὶ μεθ’ ἕτερα πάλιν φησίν

‘‘Ἀνἐμων καὶ ὑετῶν φορὰς οὐκ ἐπὶ λύμῃ τῶν πλεόντων, ὡς ἐνόμιζες, ἢ γεωργούντων, ἀλλ’ ἐπ’ ὠφελείᾳ τοῦ παντὸς ἡμῶν γένους ὁ θεὸς εἰργάζετο. ὕδασι μὲν γὰρ τὴν γῆν καθαίρει, τὸν δ’ ὑπὸ δελἠνην ἅπαντα χῶρον πνεύμασιν· ἀμφοτέροις δὲ ζῷα καὶ φυτὰ τρέφει καὶ αὔξει καὶ τελειοῖ.

εἰ δὲ τοὺς μὴ ἐν καιρῷ πλωτῆρας ἢ γεωπόνους ἔστιν ὅτε βλάπτει, θαυμαστὸν οὐδέν· βραχὺ γὰρ οὗτοι μέρος, ἡ δ’ ἐπιμέλεια τοῦ παντὸς ἀνθρώπων γένους. ὥσπερ οὖν τὸ ἐν τῷ γυμνασίῳ ἄλειμμα τίθεται μὲν ἐπ’ ὠφελείᾳ, πολλάκις δ’ ὁ γυμνασίαρχος ἕνεκα πολιτικῶν χρειῶν ὥρας τῆς ἐν ἔθει μετέθηκε τὴν τάξιν, δι’ ἧς ὑστέρησαν ἔνιοι τῶν ἀλειφομένων , οὕτω καὶ ὁ θεὸς, οἷα πόλεως τοῦ παντὸς ἐπιμελούμενος κόσμου, θέρη χειμαίνοντα καὶ χειμῶνας ἐαρίζοντας εἴωθε ποιεῖν ἐπὶ τῂ τοῦ παντὸς ὠφελείᾳ, κἂν εἰ ναύκληροί τινες ἢ γῆς ἐργάται μέλλοιεν ταῖς τούτων ἀνωμαλίαις ξημιοῦσθαι. μιοῦσθαι.

τὰς οὑν τῶν στοιχείων εἰς ἄλληλα μεταβολὰς, ἐξ ὧν ὁ κόσμος ἐπάγη καὶ συνέστηκεν, εἰδὼς ἀναγκαιότατον ἔργον , ἀκωλύτους παρέχεται· πάχναι δὲ καὶ χιόνες καὶ ὅσα ὁμοιότροπα ἀέρος ἐπακολουθεῖ καταψύξει, καὶ πάλιν προσαράξει καὶ παρατρίψει νεφῶν, ἀστραπαί τε καὶ βρονταί· ὧν οὐδὲν ἴσως κατὰ πρόνοιαν, ἀλλ’ ὑετοὶ καὶ πνεύματα ζωῆς καὶ τροφῆς καὶ αὐξήσεως τοῖς περὶ γῆν αἴτια, ὧν ταῦτα ἐπακολουθήματα.

οἷα , γυμνασιάρχου φιλοτιμίαις πολλάκις ἀνειμένας ποιουμένου δαπάνας, ἀνθ’ ὕδατος ἐλαίῳ καταιονούμενοί τινες τῶν ἀρειροκάλων ροκάλων εἰς τοὔδαφος ῥανίδας ἀποστάζουσιν, ὁ δ’

v.1.p.461
ὀλισθηρότατος αὐτίκα γίνεται πηλὸς, ἀλλ’ οὐκ ἄν τις εὖ φρονῶν εἴποι τὸν πηλὸν καὶ τὸν ὄλισθον προμηθείᾳ τοῦ γυμνασιάρχου γεγονέναι, παρηκολουθηκέναι δὲ ἄλλως τῇ ἀφθονίᾳ τῶν χορηγιῶν ταῦτα.

ἶρις δὲ καὶ ἄλως καὶ ὅσα ὁμοιότροπα πάλιν ἐστὶν αὐγῶν ἐγκιρναμένων τοῖς νέφεσιν ἐπακολουθήματα, οὐκ ἔργα φύσεως προηγούμενα, φυσικοῖς δ’ ἐπισυμβαίνοντα ἔργοις · οὐ μὴν ἀλλὰ παρέχει τινὰ καὶ ταῦτα χρείαν ἀναγκαίαν τοῖς φρονιμωτέροις· νηνεμίας γὰρ καὶ πνεύματα, εὐδίας τε καὶ χειμῶνας ἀπὸ τούτων τεκμαιρόμενοι προλέγουσι.

τὰς κατὰ πόλιν στοὰς οὐχ ὁρᾷς; τούτων αἱ πλείους πρὸς μεσημβρίαν νενευκασιν, ὑπὲρ του τοὺς ἐμπεριπατοῦντας χειμῶνι μὲν ἀλεαίνεσθαι , θέρους δὲ καταπνεῖσθαι. παρακολουθιῖ δέ τι καὶ ἕτερον, ὃ μὴ τῇ γνώμῃ τοῦ κατεσκευακότος ἐπιγίνεται. τί δὲ τοῦτ’ ἔστιν; αἱ ἀπὸ τῶν ποδῶν ἐκπίπτουσαι σκιαὶ τὰ μέτρα διασημαίνουσι ταῖς ὥραις.

καὶ μὲν δὴ τὸ πῦρ φύσεως ἀναγκαιότατον ἔργον, ἐπακολούθημα δὲ τούτου καπνός ἀλλ’ ὅμως παρέχεταί τινα ὠφέλειαν ἔστιν ὅτε καὶ αὐτός. ἐν γοῦν ταῖς μεθημεριναῖς πυρσείαις, ἡνίκα τὸ πῦρ ὑπὸ τῶν ἡλιακῶν καταλαμπόμενον αὐγῶν ἐξαμαυροῦται , καπνῷ μηνύεται πολεμίων ἔφοδος.

οἷός γ’ οὖν ἐπὶ τῆς ἴριδος , τοιοῦτος καὶ ἐπὶ τῶν ἐκλείψεων ὁ λόγος · θείαις γὰρ φύσεσιν ἡλίου καὶ σελήνης ἐπακολουθοῦσιν ἐκλείψεις· αἱ δὲ μηνύματά εἰσιν ἢ βασιλέων τελευτῆς, ἢ πόλεων φθοδᾶς· ὃ καὶ Πίνδαρος ᾐνίξατο γενομένης ἐκλείψεως διὰ τῶν πρόσθεν εἰρημένων.

ὁ δὲ δὴ τοῦ γάλακτος κύκλος τῆς μὲν αὐτῆς οὐσίας τοῖς ἄλλοις ἄστροις μετέσχηκε, δυσαιτιολόγητος δ’ εἴπερ ἐστὶ, μὴ ἀποκνείτωσαν οἱ τὰ φύσεως ἐρευνᾶν εἰωθότες.

v.1.p.462
ὠφελιμώτατον γὰρ ἡ εὕρεσις, ἥδιστον δὲ καὶ κα αὑτὸ τοῖς φιλομαθέσιν ἡ ζήτησις.

ὥσπερ οὑν ἥλιος καὶ σελήνη προνοίᾳ γεγόνασιν, οὕτω καὶ τὰ ἐν οὐρανῷ πάντα, κἂν ἡμεῖς τὰς ἑκάστων φύσεις τε καὶ δυνάμεις ἰχνηλατεῖν ἀδυνατοῦντες ἡσυχάζωμεν.

σεισμοί τε καὶ λοιμοὶ καὶ κεραυνῶν βολαὶ, καὶ ὅσα τοιαῦτα, λέγεται μὲν εἶναι θεήλατα, πρὸς δ’ ἀλήθειαν οὐκ ἔστι, θεὸς γὰρ οὐδενὸς αἴτιος κακοῦ τοπαράπαν) ἀλλ’ αἶ τῶν στοιχείων μεταβολαὶ ταῦτα γεννῶσιν, οὐ προηγούμενα ἔργα φύσεως , ἀλλ’ ἐπομενα μένα τοῖς ἀναγκαίοις καὶ τοῖς προηγουμένοις έπακολουθοῦντα.

εἰ δέ τινες τῶν χαριεστέρων συναπολαύουσι τῆς ἀπὸ τούτων βλάβης, οὐκ αἰτιατέον τὴν διοίκησιν. πρῶτον μὲν γὰρ οὐκ εἴ τινες ἀγαθοὶ παρ’ ἡμῖν νομίζονται, καὶ πρὸς ἀλήθειάν εἰσιν, ἐπειδὴ τὰ θεοῦ κριτήρια τῶν κατὰ τὸν ἀνθρώπινον νοῦν πάντων ἀκριβέστερα δεύτερον δὲ τὸ προμηθὲς ἐπὶ τὰ τῶν ἐν κόσμῳ συνεκτικώτατα ἐφορᾶν ἀγαπᾷ, καθάπερ ἐν ταῖς βασιλείαις καὶ στραταρχίαις Χίαις ἐπὶ τὰς πόλεις καὶ τὰ στρατόπεδα, οὐκ τινα τῶν ἠμελημένων καὶ ἀφανῶν ἔνα τὸν προστυχόντα.

λέγουσι δέ τινες, καθάπερ ἐν ταῖς τυραννοκτονίαις καὶ τοὺς συγγενεῖς ἀναιρεῖσθαι νόμιμόν ἐστιν ὑπὲρ τοῦ μεγέθει τῆς τιμωρίας ἐπισχεθῆναι τὰ ἀδικήματα , τὸν αὐτὸν τρόπον κἀν ταῖς λοιμώδεσι νόσοις παραπόλλυσθαί τινας τῶν μὴ ὑπαιτίων, ἵνα πόρρωθεν οἱ ἄλλοι σωφρονίζωνται , δίχα τοῦ ἀναγκαῖον εἶναι τοὺς ἐμφερομένους ἀέρι νοσώδει νο- σεῖν, ὥσπερ καὶ τοὺς έν νηὶ χειμαζομένους κινδυνεύειν νεύειν ἐξίσου.

τὰ δ’ ἄλκιμα τῶν θηρίων γέγονεν, οὐ γὰρ ὑποσιωπητέον, εἰ καὶ τῷ δεινὸς εἰπεῖν εἶναι προλαβὼν τὴν ἀπολογίαν διέσυρες) ἀσκήσεως ἕνεκα

v.1.p.463
τῆς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας. τὰ γὰρ γυμνάσια καὶ αἱ συνεχεῖς θῆραι συγκροτοῦσι καὶ νευροῦσιν εὖ μάλα τὰ σώματα, καὶ πρὸ τῶν σωμάτων τὰς ψυχὰς ἐθίζουσιν ἐχθρῶν ἐξαπιναίας ἐφόδους τῷ καρτερῷ τῆς ῥώμης ἀλογεῖν.

τοῖς δὲ τὰς φύσεις εἰρηνικοῖς ἔξεστιν οὐ μόνον τειχῶν ἐντὸς, ἀλλὰ καὶ κλισιάδων θαλαμευομένοις, ἀποζῆν ἀνεπιβουλεύτως, ἔχουσιν εἰς ἀπόλαυσιν ἀφθονωτάτας ἡμέρων ἀγέλας· ἐπειδὴ σῦς καὶ λέοντες καὶ ὅσα ὁμοιότροπα, ἑκουσίᾳ φύσει χρώμενα, μακρὰν ἄστεος ἀπελήλαται τὸ μηδὲν παθεῖν ἀγαπῶντα τῆς ἀνθρώπων ἐπιβουλῆς.

εἰ δέ τινες ὑπὸ ῥᾳθυμίας ἄοπλοι καὶ ἀπαράσκευοι ταῖς καταδύσεσι τῶν θηρίων ἀδεῶς ἐνδιαιτῶνται, τῶν συμβαινόντων ἑαυτοὺς, ἀλλὰ μὴ τὴν φύσιν αἰτιάσθωσαν, διότι φυλάξασθαι παρὸν ὠλιγώρησαν. ἤδη γοῦν καὶ ἐν ἱπποδρομίαις εἶδόν τινας εἴξαντας ἀλογιστίᾳ, οἳ, δέον ἐγκαθέζεσθαι καὶ σὺν κόσμῳ θεωρεῖν, ἐν μέσῳ στάντες, ὑπὸ τῆς ῥύμης τῶν τεθρίππων ἀνωσθέντες, ποσὶ καὶ τροχοῖς κατηλοήθη- σαν, ἀνοίας τἀπίχειρα εὑράμενοι.”

“Περὶ μὲν οὖν τούτων ἀπόχρη τὰ λεχθέντα. τῶν δ᾿ ἑρπετῶν τὰ ἰοβόλα γέγονεν οὐ κατὰ πρόνοιαν, ἀλλὰ κατ᾿ ἐπακολούθησιν, ὡς καὶ πρότερον εἶπον. ζωογονεῖται γὰρ, ὅταν ἡ ἐνυπάρχουσα ἰκμὰς μεταβάλῃ πρὸς τὸ θερμότερον. ἔνια δὲ καὶ σῆψις ἐψύχωσεν, ὡς ἕλμινθας μὲν ἡ περὶ τροφὴν, φθεῖρας δ᾿ ἡ ἀπὸ τῶν ἱδρώτων. ὅσα δ᾿ ἐξ οἰκείας ὕλης κατὰ φύσιν σπερματικὴν καὶ προηγουμένην ἔχει γένεσιν, εἰκότως ἐπιγέγραπται πρόνοιαν.

ἤκουσα δὲ καὶ περὶ ἐκείνων διττοὺς λόγους ὡς ἐπ᾿ ὠφελείᾳ τοῦ ἀνθρώπου γεγονότων, οὓς οὐκ ἂν ἐπικρυψαίμην. ἦν δ᾿ ὁ μὲν ἕτερος τοιόσδε· πρὸς πολλὰ τῶν ἰατρικῶν ἔφα-

v.1.p.464
σάν τινες τὰ ἰοβόλα συνεργεῖν καὶ τοὺς μεθοδεὐοντας τὴν τέχνην, εἰς ἃ δεῖ καταχρωμένους αὐτοῖς ἐπιστημόνως, ἀλεξιφαρμάκων εὐπορεῖν, ἐπὶ τῇ τῶν μάλιστα ἐπισφαλῶς ἐχόντων ἀπροσδοκήτῳ σωτηρίᾳ· καὶ μέχρι νῦν ἔστιν ἰδεῖν τοὺς μὴ ῥᾳθύμως καὶ ἀμελῶς λῶς ἰατρεύειν ἐπιχειροῦντας ἐν ταῖς συνθέσεσι τῶν φαρμάκων καταχρωμένους ἑκάστοις οὐ παρέργως.