Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἶτα νῦν θαυμάζομεν εἰ Σωκράτης καὶ ὁ δεῖνα ἢ ὁ δεῖνα τῶν σπουδαίων ἐν πενίᾳ διετέλεσαν, ἄνθρωποι μηδὲν πώποτε τῶν εἰς πορισμὸν ἐπιτηδεύσαντες, ἀλλὰ μηδ᾿ ὅσα ἢ παρὰ φίλων πολυχρημάτων ἢ παρὰ βασιλέων δωρεὰς μεγάλας προτεινόντων [παρῆν] λαβεῖν ἀξιώσαντες, ἕνεκα τοῦ μόνον ἀγαθὸν καὶ καλὸν τὴν τῆς ἀρετῆς κτῆσιν ἡγεῖσθαι, περὶ ἣν πονούμενοι τῶν ἄλλων ἀγαθῶν πάντων ἠλόγουν;

τίς δ᾿ οὐκ ἂν ἀλογήσαι νόθων ἕνεκα προνοίας τῶν γνησίων; εἰ δὲ σώματος θνητοῦ μεταλαχόντες καὶ κηρῶν γέμοντες ἀνθρωπίνων, καὶ μετὰ τοσούτου πλήθους ἀδίκων ζῶντες, ὧν οὐδ᾿ ἀριθμὸν εὑρεῖν εὔπορον, ἐπεβουλεύθησαν, τί τὴν φύσιν αἰτιώμεθα, δέον τὴν τῶν ἐπιθεμένων κακίζειν ὠμότητα;

καὶ γὰρ εἰ ἐν ἀέρι γεγένηντο λοιμικῷ, πάντως ὤφειλον νοσῆσαι· καταστάσεως δὲ λοιμικῆς μᾶλλον, ἢ οὐχ ἧττον, φθοροποιός ἐστιν ἡ κακία. ὡς δ᾿ ὁπόταν ὑετοῦ μὲν ὄντος, ἀνάγκη τὸν σοφὸν, εἰ ἐν ὑπαίθρῳ διάγοι, καταβρέχεσθαι, βορέου δὲ ψυχροῦ καταπνέοντος ῥίγει πιέζε- σθαι [καὶ ψύχει], θέρους δ᾿ ἀκμάζοντος ἀλεαίνεσθαι, (ταῖς γὰρ ἐτησίοις τροπαῖς τὰ σώματα συμπάσχειν νόμος φύσεως) τὸν αὐτὸν τρόπον τὸν ἐν τοῖς τοιού-

v.1.p.455
τοῖς χωρίοις ἐνοικοῦντα, ἔνθα φόνοι τελοῦνται καὶ ἄλλων ἔθνεα κηρόν , ἐναλλάττεσθαι τὰς ἀπὸ τῶν τοιούτων τιμὰς ἀναγκαῖον.

ἐπεὶ Πολυκράτει γε, ἐφ’ οἷς δεινοῖς ἠδίκησε καὶ ἠσέβησε, χορηγὸς ἀπἠντνσε, χείρων μὲν ἡ τοῦ βίου βαρυδαιμονία· πρόσθες δ’ ὡς ὑπὸ μεγάλου βασιλέως ἐκολάζετο καὶ προσηλοῦτο, χρησμὸν ἐκπιπλὰς, οἶδα, ἔφη , κἀμαυτὸν οὐ πρὸ πολλοῦ ᾐωρῆσθαι δόξαντα ὑπὸ μὲν ἡλίου ἀλεἰφεσθαι, λούεσθαι δ’ ὑπὸ Δῖός. αἶ γὰρ διὰ συμβόλων αἰνιγματώδεις αὗται φάσεις , ἀδηλούμεναι τὸ πάλαι, τὴν διὰ τῶν ἔργων ἀριδηλοτάτην ἐλάμβανον πίστιν.

οὐκ ἐπὶ τελευτῇ δὲ μόνον, ἀλλὰ παρὰ πάντα τὸν ἐξ ἀρχῆς βίον, ἐλελήθει πρὸ τοῦ σώματος τὴν ψυχὴν κρεμάμενος. ἀεὶ γὰρ φοβούμενος καὶ τρέμων τὸ πλῆθος τῶν ἐπιτιθεμένων ἐπτόητο, σαφῶς ἐξεριστάμενος ὅτι εὔνους μὲν ἦν οὐδεὶς, ἐχθροὶ δὲ πάντες δυσπραξίᾳ ἀμείλικτοι.’’

“ Τῆς δὲ ἀνηνύτου καὶ συνεχοῦς Διονυσίου εὐλαβείας μάρτυρες οἶ τὰ Σικελικὰ συγγράψαντες, οἴ φασιν ὅτι καὶ τὴν θυμηρεστάτην ὕποπτον εἶχε γυναῖκα σημεῖον δέ· τὴν εἰς τὸ δωμάτιον εἴσοδον, δι’ ἧς φοιτήσειν ἔμελλεν ὡς αὐτὸν, ἐκέλευσε στορεσθῆναι σανίσιν, ἔνα μὴ λάθῃ ποτὲ παρεισερπύσασα , ψόφῳ δὲ καὶ κτύπῳ τῆς ἐπιβάσεως προμηνύῃ τὴν ἄφιξιν· εἶτ’ οὐκ ἀνείμονα μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς μέρεσι γυμνήν, ἃ μὴ θέμις ὑπ’ ἀνδρῶν ὁρᾶσθαι, παρέρχεσθαι· πρὸς δὲ τούτοις τὸ συνεχὲς τοῦ κατὰ τὴν ὁδὸν ἐδάφους εἰς τάφρου γεωργικῆς εὖρος καὶ βάθος διακοπηναι, κατὰ δέος μή τι πρὸς ἐπιβουλὴν ἀφανῶς ἐρικρὐρτηται, κρύπτηται , ὅπερ ἢ ἅλμασιν ἢ μακραῖς διαβάσεσιν ἔμελλε διελέγχεσθαι.

πόσων ἄρα κακῶν ὁ ταῦτα παρατηρῶν καὶ τεχνάζων ἐπὶ γυναικὸς . ᾖ πρὸ τῶν

v.1.p.456
ἄλλων ὤφειλε πιστεύειν, μεστὸς ἦν; ἀλλὰ γὰρ ἐῴκει τοῖς δι᾿ ἀπορρῶγος ὄρους ἐπὶ τῷ τὰς ἐν οὐρανῷ φύσεις ἀριδηλοτέρας κατανοῆσαι κρημνοβατοῦσιν, οἳ μόλις φθάνοντες ἄχρι προνενευκότος αὐχένος οὔτ᾿ ἀναχωρεῖν ἔτι δύνανται, πρὸς τὸ λειπόμενον ὕψος ἀπειρηκότες, οὔτε καταβαίνειν θαρροῦσι, πρὸς τὴν ὄψιν τῶν χασμάτων ἰλιγγιῶντες.

ἐρασθεὶς γὰρ, ὡς θείου πράγματος καὶ περιμαχήτου, τυραννίδος οὔτε μένειν οὔτε ἀποδιδράσκειν ἀσφαλὲς εἶναι ὑπελάμβανε. μένοντι μὲν γὰρ ἀλλεπάλληλα ἐπέρρει κακὰ ἀμύθητα, βουλομένῳ δ᾿ ἀποδιδράσκειν ὁ περὶ τοῦ ζῆν ἐπεκρέματο κίνδυνος, ὡπλισμένων, εἰ καὶ μὴ τοῖς σώμασιν, ἀλλά τοι ταῖς διανοίαις κατ᾿ αὐτοῦ.

δηλοῖ δὲ καὶ τὸ ἔργον, ᾧ πρὸς τὸν μακαρίζοντα τὸν τῶν τυράννων βίον φασὶ χρήσασθαι Διονύσιον. καλέσας γὰρ αὐτὸν ἐπὶ λαμπροτάτου καὶ πολυτελεστάτου δείπνου παρασκευὴν, ἐκ μηρίνθου πάνυ λεπτῆς προσέταξεν ἠκονημένον ὑπεραιωρηθῆναι πέλεκυν. ἐπεὶ δὲ κατακλιθεὶς εἶδεν αἰφνίδιον, οὔτ᾿ ἐξαναστῆναι θαρρῶν διὰ τὸν τύραννον, οὔτ᾿ ἀπολαῦσαί τινος τῶν παρεσκευασμένοιν διὰ δέος οἷός τε ὢν, ἀφθόνων καὶ πλουσίων ἀλογήσας ἡδονῶν, ἀνατείνας τὸν αὐχένα καὶ τὰς ὄψεις ἐκαραδόκει τὸν οἰκεῖον ὄλεθρον.

συνεὶς δ᾿ ὁ Διονύσιος, ἆρ᾿ ἤδη κατανοεῖς, ἔφη, τὸν ἀοίδιμον καὶ περιμάχητον ἡμῶν βίον; ἔστι γὰρ τοιοῦτος, εἰ μὴ βούλοιτό τις ἑαυτὸν φενακίζειν, ἐπειδὴ περιέχει παμπληθεῖς μὲν χορηγίας, ἀπόλαυσιν δ᾿ οὐδενὸς χρηστοῦ, φόβους δ᾿ ἐπαλλήλους καὶ κινδύνους ἀνηκέστους καὶ νόσον ἑρπηνώδους καὶ φθινάδος χαλεπωτέραν, ἀθεράπευτον ἀεὶ φέρουσαν ὄλεθρον.

οἱ δὲ πολλοὶ τῶν ἀνεξετάστων ὑπὸ τῆς λαμπρᾶς φανερότητος ἀπατώ-

v.1.p.457
μένοι ταὐτὸν πεπόνθασι τοῖς ἀγκιστρευομένοις ὑπὸ τῶν εἰδεχθῶν ἑταιρίδων , ἃ τὴν δυσμορφίαν ἐσθῆτι καὶ χρυσῷ καὶ ταῖς τῆς ὄψεως ὑπογραφαῖς ἐπισκιά- ζοντα, γνησίου κάλλους ἀπορίᾳ, νόθον ἐπ’ ἐνέδρᾳ τόν θεωμένων δημιουργεῖ.

τοιαύτης γέμουσι βαρυδαιμονίας οἱ λίαν εὐτυχεῖς , ἧς τὰς ὑπερβολὰς αὐτοὶ δικάσαντες παρ’ ἑαυτοῖς οὐ στέγουσιν ^ ἀλλ’ ὥσπερ οἷ τὰ ἀρρωστήματα ὑπ’ ἀνάγκης ἐκλαλοῦντες ἀφιᾶσι τὰς ἐκ πάθους ἀψευδεστάτας φωνὰς, ἐπὶ συν- οὐσίᾳ τιμωριῶν καὶ παρουσῶν καὶ προσδοκωμένων ζῶντες , καθάπερ τῶν θρεμμάτων τὰ πρὸς ἱερουργίαν πιαινόμενα. καὶ γὰρ ταῦτα τῆς πλείστης ἐπιμελείας ἐπὶ τῷ σφαγῆναι τυγχάνει διὰ πολύκρεων εὐωχίαν.

εἰσὶ δ’ οἷ καὶ περὶ χρημάτων ἀσεβῶν οὐκ ἀδή- λους, ἀλλὰ φανερὰς ἔδοσαν δίκας, ὧν τὰ πλήθη κα- ταλέγεσθαι περιττὸς πόνος , ἀπόχρη δ’ ἓν ἔργον παράδειγμα πάντων ἑστάναι. λέγεται τοίνυν ὑπὸ τῶν ἀναγεγραφότων τὸν ἱερὸν πόλεμον τὸν ἐν Φω- κίδι , νόμου κειμένου τὸν ἱερόσυλον κατακρημνίζε- σθαι ἢ καταποντοῦσθαι ἢ καταπίμπρασθαι , τρεῖς συλήσαντας τὸ ἐν Δελφοῖς ἱερὸν, Φιλόμηλον καὶ Ὀνόμαρχον καὶ Φάϋλλον, διανείμασθαι τὰς τιμωρίας. τὸν μὲν γὰρ διὰ λόφου τραχέος καὶ λιθώδους ῥαγεί- ῥαγείσης πέτρας κατακρημνισθῆναί τε καὶ καταλευσθῆναι ’ τὸν δὲ, ἀφηνιάσαντος τοῦ κομίζοντος ἵππου καὶ μέ- χρι θαλάσσης καταβάντος, ἐπιδραμόντος τοῦ πελά- γους, εἰς ἀχανῆ βυθὸν αὐτῷ ζῴῳ καταδῦναι· Φάὐ̓λ- λον δὲ φθινάδι νόσῳ (διττὸς γὰρ ὁ περὶ αὐτοῦ λόγος) συντακῆναι, ἢ ἐν τῷ ἐνἈβαις ἱερῷ συνεμ- πρησθέντα ἀπολέσθαι.

ταῦτα γὰρ φιλονεἰκότα- τον λέγειν ἀποβῆναι κατὰ τύχην. εἰ μὲν γάρ τινες ἢ ἐν διαφέρουσι καιροῖς ἢ ἑτέραις ἐκολάσθησαν τιμω-

v.1.p.458
ρίαις, εἰκὸς ἦν τὸ ἄστατον τῆς τύχης προφασίζεσθαι πάντων δ᾿ ἀθρόως καὶ ὑφ᾿ ἕνα καιρὸν καὶ μὴ ἑτέραις τιμωρίαις, ἀλλὰ ταῖς περιεχομέναις ἐν τοῖς νόμοις κολασθέντων εὔλογον φάσκειν ὅτι θεοῦ δικάσαντος ἑάλωσαν.”

“Εἰ δέ τινες τῶν ὑπολειφθέντων βιαίων, καὶ τοῖς πλήθεσιν ἐπαναστάντων, καὶ δουλωσαμένων οὐ μόνον δήμους ἑτέρους, ἀλλὰ καὶ πατρίδας τὰς ἑαυτῶν, ἀτιμώρητοι διετέλεσαν, θαυμαστὸν οὐδέν. πρῶτον μὲν γὰρ οὐχ ὁμοίως ἄνθρωπος δικάζει καὶ θεὸς, διότι τὰ μὲν φανερὰ ἡμεῖς ἐρευνῶμεν, ὁ δὲ ἄχρι μυχῶν ψυχῆς εἰσδυόμενος ἀψοφητὶ, καθάπερ ἐν ἡλίῳ λαμπρὰν διάνοιαν αὐγάζει, ἀπαμπίσχων μὲν τὰ περίαπτα, οἷς ἐγκατείληπται, γυμνὰ δὲ περιαθρῶν τὰ βουλήματα, καὶ διαγινώσκων εὐθὺς τά τε παράσημα καὶ δόκιμα.

μηδέποτ᾿ οὖν τὸ οἰκεῖον δικαστήριον τοῦ θείου προκρίναντες ἀψευδέστερον αὐτὸ καὶ εὐβουλότερον εἶναι φῶμεν· οὐ γὰρ ὅσιον. ἐν ᾧ μὲν γὰρ πολλὰ τὰ σφάλλοντα, ἀπατηλαὶ αἰσθήσεις, πάθη ἐπίβουλα, κακιῶν ὁ βαρύτατος ἐπιτειχισμὸς, ἐν ᾧ δὲ οὐδὲν μὲν τῶν ἐπ᾿ ἐξαπάτῃ, δικαιότης δὲ καὶ ἀλήθεια, αἷς ἕκαστον βραβευόμενον ἐπαινετῶς ἐξορ- θοῦσθαι πέφυκεν.

ἔπειτ᾿, ὦ γενναῖε, μὴ νομίσῃς ἀλυσιτελὲς ἐπίκαιρον εἶναι τυραννίδα.. οὐδὲ γὰρ ἡ κόλασις ἀλυσιτελὲς, ἀλλὰ τιμωρίας διδόναι τοῖς ἀγαθοῖς ἢ ὠφελιμώτερον ἢ οὐκ ἀποδέον. οὗ χάριν ἐν ἅπασι μὲν τοῖς ὀρθῶς γραφεῖσι παρείληπται νόμοις· οἱ δὲ γράψαντες ὑπὸ πάντων ἐπαινοῦνται. ὅπερ γὰρ ἐν δήμῳ τύραννος, τοῦτ᾿ ἐν νόμῳ κόλασις.

ἐπειδὰν οὖν ἔνδεια μὲν καὶ σπάνις δεινὴ καταλάβῃ τὰς πόλεις ἀρετῆς, ἀφθονία δ᾿ ἀφροσύνης ἐπιπολάσῃ, τηνικαῦτα ὁ θεὸς, ὥσπερ ῥεῦμα χειμάρρου τὴν φο-

v.1.p.459
’ρᾶν τῆς κακίας ἀποχετεῦσαι γλιχόμενος , ἵνα καθαρῇ τὸ γένος ἡμῶν, ἰσχὺν καὶ κράτος δίδωσι τοῖς τὰς φύσεις ἀρχικοῖς.

ὠμῆς γὰρ δίχα ψυχῆς οὐ καθαίρεται κακία. καὶ ὅνπερ τρόπον αἶ πόλεις ἐπ’ ἀνδροφόνοις καὶ προδόταις καὶ θεοσύλαις δημίους ἀνατρέφονδιν, οὐ τὴν γνώμην ἀποδεχόμεναι τῶν ἀνδρῶν, ἀλλὰ τὸ τῆς ὑπηρεσίας χρήσιμον ἐξετάζουσαι, τὸν αὐτὸν τρόπον καὶ ὁ τῆς μεγαλοπόλεως τοῦδε τοῦ κόσμου κηδεμὼν οἷα δημοκοίνους ἐφίστησι τοὺς τυράννους ταῖς πόλεσιν , ἐν αἷς ἂν αἴσθηται βίαν, ἀδικίαν, ἀσέβειαν, τὰ ἄλλα κακὰ πλημμύροντα, ὅπως ἤδη ποτὲ στάντα λωφήσῃ.

τηνικαῦτα καὶ τοὺς αἰτίους, ὡς ἐκ δυσκαθάρτου καὶ ἀνηλεοῦς ψυχῆς ὑπηρετήσαντας , ἐφ’ ἅπασιν , ὥσπερ τινὰς κορυφαίους, ἀξιοῖ μετέρχεσθαι. καθάπερ γὰρ ἡ τοῦ πυρὸς δύναμις, ὅταν παραβληθεῖσαν ὕλην ἀναλώσῃ, τελευταῖον αὑτὴν ἐπινέμεται, τοῦτον τὸν τρόπον καὶ οἶ ἐπὶ τοῖς πλήθεσι δυναστείας εἰληφότες , ὅταν δαπανήσαντες τὰς πόλεις κενὰς ἀνδρῶν ἐργάσωνται, τὰς ὑπὲρ ἁπάντων τίνοντες δίκας ἐπιδιαφθείρονται.