Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

σκέψαι δ᾿ οὖν εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ὁ περὶ αὐτῶν ὑποπεσεῖται λόγος, ἔκ τε ὧν παραθήσομαι ἀνατρεπτικῶν τοῦ περὶ εἱμαρμένης καὶ αὐτόθεν ἐκ τοῦ τρόπου, καθ᾿ ὃν τὰς μαντείας ποιεῖσθαι λέγονται.

οὐ γὰρ δὴ δυνάμει κρείττονι τὴν τῶν μελλόντων γνῶσιν προειληφέναι φασὶν αὐτοὺς, ἐκ θεωρίας δὲ τῆς τῶν ἄστρων κινήσεως ὁμοίως ἀνθρώποις τὰ μέλλοντα καταστοχάζεσθαι. οὕτως οὐδὲν δύνασθαι οὔτ᾿ ὠφελεῖν οὔτε τι τὸ παράπαν ἐνεργεῖν αὐτοὺς, εἰ μὴ τὰ καθ᾿ εἱμαρμένην, φασί. τούτων δὲ ἔλεγχος αὐτὸς ἐκεῖνος ὁ τῶν δαιμόνων προήγορος, ἐν οἷς ἐπέγραψε “Περὶ τῆς ἐκ λογίων φιλοσοφίας” ὧδε λέγων πρὸς λέξιν

“Ἃ γὰρ λέγουσιν οἱ θεοὶ, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσιν, καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν.”