Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλ’ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κορμὸς (Ἄπολλον, ξένου κατασκευάσματος·) τί ποτ’ οὖν ἔπραττεν

v.1.p.269
ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. τί γὰρ ἄλλο ἢ ἐκάθητο, νὴ Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι, οὐ γὰρ φήσω ὅτι καὶ θεοὶ, ἐγκυρήσαντες αὐτῷ, οὐ διοπετὲς, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται, κἄπεικτα εἰς ἄστυ ἀπαγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύ- χην, κακὴν οὖσαν ὡς ἀληθῶς, οὐ τύχην, ἀλλὰ τυφεδόνα; ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ᾿ αὐτὴν ἐπέρρωσέ τε καὶ προσεπέτεινε θεοπληξίας, ὡς ἄν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπτος ἐπιθήκη.’

Τοσαῦτα καὶ ὁ Οἰνόμαος. ἀλλὰ γὰρ μετὰ τὰ εἰρημένα μεταβὰς αὖθις ἐπὶ τὴν Ἐκ λογίων φιλοσοφίαν τοῦ τὴν συσκευὴν καθ᾿ ἡμῶν πεποιημένου, ἀνάγνωθι ἐκ τῶν περὶ εἱμαρμένης τοῦ Πυθίου χρησμῶν, εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ἔτι μᾶλλον ὁ περὶ τῶν θρυλουμένων χρηστηρίων ὑποπεσεῖται λόγος.

Τοῦ περὶ τῶν χρηστηρίων τρόπου διὰ τῶν προδιηνυσμένων αὐτάρκως ἡμῖν ἀπεληλεγμένου, καὶ τῆς θείας δυνάμεως τοῦ σωτῆρος ἡμῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας τὸ θεοπρεπὲς ἅμα καὶ βιωφελὲς ἐπιδεδειγμένης, ὅτι δὴ διὰ μόνης αὐτῆς, καὶ οὐ δι᾿ ἄλλης, τῶν ἐξ αἰῶνος τὸν πάντα βίον ἐπισκοτισάντων τε καὶ λυμηναμένων δαιμονικῶν φαντασμάτων ἐλευθερία πᾶσιν ὑπῆρχεν ἀνθρώποις, φέρε καὶ ἀπὸ τῶν περὶ εἱμαρμένης ψευδοδοξουμένων αὐτοῖς τὸν περὶ τῶν αὐτῶν ἀπευθύνωμεν λόγον, ὡς ἂν

v.1.p.270
μὴ διὰ μόνης τῆς τοῦ τρόπου μοχθηρίας, ἀλλὰ καὶ διὰ τῶν οὐκ ὀρθῶς οὐδὲ ἀληθῶς αὐτοῖς δοξαζομένων, φαῦλοι καὶ ἀδρανεῖς ὄντες οἱ τὰ χρηστήρια κινεῖν νενομισμένοι δαίμονες δειχθεῖεν.