Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἃ διαφέρει τῶν γιγνομένων φύσει τῷ τὰ μὲν φύσει γιγνόμενα ἐν αὑτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ τὰς αἰ- τίας τῆς τοιαύτης γενέσεως, τοιοῦτον γὰρ ἡ φύσις), καὶ γίγνεσθαι μὲν κατὰ τάξιν τινὰ, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης.

τὰ δὲ γιγνόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινή- σεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν αὑ- τοῖς, καὶ τῆς γενέσεως αὐτῶν ὁ τοῦ ποιοῦντος ἡγεῖται περὶ αὐτῶν λογισμός.

τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γιγνομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίγνεσθαι πεπιστευμένα, ταύτῃ τῶν

v.1.p.310
προηγουμένως ἕνεκά του γιγνομένων διαφέροντα, ᾗ ἐπ᾿ ἐκείνων μὲν τὰ πρὸ τοῦ τέλους τοῦ τέλους χάριν γίγνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γιγνόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίγνεται, ἀπαντᾷ δὲ αὐτοῖς ἄλλου χάριν γιγνομένοις, ὡς τέλος, τὸ αὐτομάτως τε καὶ ἀπὸ τύχης γίγνεσθαι λεγόμενον.”

“Τούτων δὲ οὕτως ἐχόντων καὶ πάντων τῶν γιγνομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν ἐν τίνι τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην.

ἆρά γε ἐν τοῖς οὐδενὸς γιγνομένοις χάριν; ἢ τοῦτο μὲν παντά- πασιν ἄλογον; ἀεὶ γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα, καθ᾿ εἱμαρμένην τε αὐτὸ λέγοντες γεγονέναι· διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην.”

Ταῦτα αὐτοῖς ῥήμασιν ὁ προδηλωθεὶς ἀνὴρ διελὼν διὰ πλειόνων ἑξῆς συνίστησιν, οὐδ᾿ ἄλλο τι εἶναι τὴν εἱμαρμένην ἢ τὰ κατὰ φύσιν γινόμενα· μὴ γὰρ ἐν τοῖς κατὰ λογισμὸν ἡμέτερον καὶ κατὰ τέχνην ἐπιτελουμένοις τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιθεωρεῖσθαι

φησὶ δὲ τῶν κατὰ φύσιν πλεῖστα ἐμ- ποδίζεσθαι συμβαίνειν, ἃ καὶ καλεῖσθαι παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τὴν τέχνην τὰ παρὰ τὴν τέχνην λέγεσθαι. εἰ δὲ ὅλως παρὰ τὸ κατὰ φύσιν γίγνεταί τινα, γένοιτ᾿ ἂν καὶ παρὰ τὴν εἱμαρμένην, εἴπερ τὰ κατὰ φύσιν ταῦτά ἐστι τὰ καθ᾿ εἱμαρμένην.

“Ὁρῶμεν γοῦν, φησὶν, ὅτι καὶ τὸ σῶμα τῷ τοιόνδε ἢ τοιόνδε εἶναι τὴν φύσιν ἐν νόσοις καὶ φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ὁμοίως ἐπὶ πάντων, οὐδὲ ἐξ ἀνάγκης. ἱκαναὶ γὰρ ἐκκροῦσαι πολλάκις τὴν τοιάνδε ἕξιν ἐπιμέλειαι καὶ βίων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμ-

v.1.p.311
βουλίαι θεῶν.

κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατα- σκευὴν διαφόρους ἐν ἑκάστῳ προαιρέσεις καὶ πρά- ξεις καὶ βίους ἐξ ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ ἀπὸ λόγων κρειττόνων βελτιουμένων ....

εἰπόντος γοῦν ποτὲ τοῦ φυσιογνώμονος περὶ τοῦ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεοτῶτα τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον, καὶ ἐπὶ τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτην καταγελωμένου, οὐδὲν εἶπεν ὁ Σωκράτης ἐσφάλθαι τὸν Ζώπυρον· ἦν γὰρ ἂν τοιοῦτος , ὅσον ἐπὶ τῇ φύσει , εἰ μὴ διὰ τὴν ἐκ φιλοσοφίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο.

Καὶ τοιαῦτα μὲν τὰ κατὰ φύσιν, ἃ καὶ μηδέν φησι διαφέρειν τῶν καθ’ εἱμαρμένην.

“Τὰ δὲ ἀπὸ τύχης τοιαῦτα, ὅταν ἄλλου τινὸς χάριν γενομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο δέ τι ὅπερ τὴν ἀρχὴν οὐδὲ ἠλπίζετο. θησαυρόν τε γάρ φησιν ἀπὸ τύχης εὑρηκέναι τινὰ, ὅταν ἄλλου χάριν ὀρύσσων, ἀλλὰ μὴ τοῦ θησαυρὸν εὑρεῖν, θησαυρῷ περιπέσῃ · καὶ τὸ ἀργύριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθὼν ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ τὸ ὀφειλόμενον λάβῃ · καὶ ὁ ἵπ- πος δὲ αὐτομάτως τισὶ λέγεται σεσῶσθαι, ὅταν τρο- φῆς μὲν ἐλπίδι, ἢ ἄλλου τινὸς χάριν, ἀποφύγῃ τοὺς κατέχοντας αὐτὸν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν.

ὧν οὕτως ἐχόντων οὐδὲ ταῦτα ἂν εἴη καθ’ εἱμαρμένην. καὶ ἄδηλα δέ ἐστί τινα αἴτια ἀνθρωπίνῳ λογισμῷ, ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται, ἀγνο- ουμένης τῆς αἰτίας δι’ ἣν γίνεται. ὁποῖα περίαπτά

v.1.p.312
τινα ποιεῖν προείληπται, οὐδεμίαν εὔλογον καὶ πιθανὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα· ἔτι δὲ ἐπαοιδαὶ, καὶ τοιαῦταί τινες μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰτία· διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά.

πολλὰ δ᾿ εἶναι παρὰ ταῦτα καὶ ἐνδεχομένως καὶ ὁπότερα ἔτυχε γινόμενα, ἃ οὐδὲ ταῦτ᾿ ἂν εἴη καθ᾿ εἱμαρμένην.

λέγεται δὲ ἐνδεχομένως γίνεσθαι ταῦτα ἐφ᾿ ὧν καὶ τὸ μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ αὐτὸ τὸ ὁπότερα ἔτυχε λεγόμενον ποιεῖ γνώριμον· οἷον τὸ κινῆσαί τι τῶν ἑαυτοῦ μερῶν, καὶ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν τοῦ δακτύλου ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα, καὶ τὸν καθεζόμενον στῆσαι, καὶ τὸν κινούμενον ἠρεμῆσαι, καὶ τὸν λαλοῦντα σιγῆσαι, καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικὴν, ἃ οὐκ ἂν γένοιτο ἐξ εἱμαρμένης· τὰ γὰρ ἐξ αὐτῆς οὐ δέχεται τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον.”

“Ἀλλὰ καὶ τὸ βουλεύεσθαι τὸν ἄνθρωπον οὐκ εἰς μάτην αὐτῷ ὑπάρχει· ἦν δ᾿ ἂν εἰς μάτην βουλευτικὸς, εἰ ἐξ ἀνάγκης ἔπραττε τὰ πραττόμενα ἀλλ᾿ ἐναργῶς φαίνεται τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος τοῦτο παρὰ τῆς φύσεως ἔχων πλέον, τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ᾿ ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον· ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα οἷα τὴν ἀρχὴν ἐφάνη καὶ ἔστι, συγκατατίθεται τῇ φαντασίᾳ, καὶ οὕτω μέτεισιν αὐτά· εἰ δὲ ἀλλοῖα φαίνεται, οὐκέτι ἔμεινεν ἐπὶ τῆς προλήψεως, ἐλέγξαντος αὐτὰ τοῦ λόγου, διὰ τὸ συμβουλεύσασθαι περὶ αὐτῶν.”

“Βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα πράττειν· εἰ δέ ποτε μὴ βουλευσάμενοι πράτ-

v.1.p.313
τοιμεν, πολλάκις μετανοοῦμεν καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας · ἀλλὰ κἂν ἄλλους ἴδωμεν ἀβούλως πράττοντας, ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν, ἀξιοῦμέν τε συμβούλοις τοῖσδε χρῆσθαι, ὡς ἐφ’ ἡμῖν ὄντων τῶν τοιούτων.’

Ὅτι δὲ ψεῦδος ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης λόγος , ἱκανὸν μαρτύριον τὸ μηδ’ αὐτοὺς τοὺς προστάτας αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑπ’ αὐτῶν λεγομένοις. καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται, καὶ μανθάνειν καὶ παιδεύεσθαι συμ- βουλεύουσιν, ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν.

ἀλλὰ καὶ συγγράμματα πλεῖστα καταλείπουσι, δι’ ὧν ἀξιοῦσι παιδεύεσθαι τοὺς νέους. ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας, εἰ προσέσχον ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως ἁμαρτάνοντας, τοὺς δὲ ἑκουσίως πλημμελοῦντας κολάσεως, ὡς ἐπ’ αὐτοῖς δηλονότι τοῦ τε ἁμαρτάνειν καὶ τοῦ μὴ κειμένου.

ὥστε καὶ κατ’ αὐτοὺς ἀναιρεῖσθαι τὴν ἐξ εἱμαρμένης ἀνάγκην, συνίστασθαι δὲ κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον· μετὰ τοὐ πλεῖστα εἶναι καὶ τὰ μὴ ἐφ’ ἡμῖν, ὥσπερ τὰ κατὰ φύσιν, καὶ τὰ ἐκ τύχης, ἕτερα ὄντα καὶ αὐτὰ παρὰ τὸν τῆς εἱμαρμένης λόγον, καθὼς προδἐδεικται.’’

Τούτων ἡμῖν ἀπὸ πλείστων ἐπιτετμημένων, τῷ πολὺν εἶναι τὸν περὶ τοῦ αὐτεξουσίου λόγον ἐν τοῖς καθ’ ἡμᾶς δόγμασιν· ᾧ καὶ τῶν φιλοσόφων συνέδραμον αἱ παρατεθεῖσαι φωναὶ, τοῖς μὲν καθ’ ἡμᾶς θείοις γράμμασιν ἐπιμαρτυροῦσαι , τὰς δὲ περὶ εἱμαρμένης οὐ μόνον τῶν πολλῶν ἀνθρώπων , ἀλλὰ καὶ τῶν θαυμαστῶν χρησμῳδῶν θεῶν τὰς δόξας ψευδεῖς οὔσας ἀπελέγχουσαι·) καὶ τῶν μὲν πρὸς τοὺς

v.1.p.314
γενναίους χρησμοὺς κυνικώτερον ἀποταθέντων, τῶν δὲ πρὸς τοὺς θαυμαστοὺς φιλοσόφους παρὰ τῶν αὐ- τοῖς γνωρίμων ἀντειρημένων, ὥρα καὶ τῶν ἐξ ἀστρο- λογίας πρὸς τοὺς Χαλδαίζοντας τῶν τὴν κακότεχνον ταύτην γοητείαν ὡς ἐν μέρει μαθήματος ἐπαγγελλομένων τοὺς λόγους ἐπισκέψασθαι· παραθήσομαι δέ σοι καὶ τῶνδε τὰς ἀποδείξεις ἐξ ἀνδρὸς Σύρου μὲν τὸ γένος, ἐπ’ ἄκρον δὲ τῆς Χαλδαικῆς ἐπιστήμης ἐληλακότος. Βαρδησάνης ὄνομα τῷ ἀνδρὶ, ὃς ἐν τοῖς πρὸς τοὺς ἑταίρους διαλόγοις τάδε πη μνημονεύεται φάναι