Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Κατὰ φύσιν ὁ ἄνθρωπος γεννᾶται, ἀκμάζει, γεννᾷ, ἐσθίει, πίνει, κοιμᾶται, γηρᾷ, ἀποθνήσκει, καὶ τοῦτο παντὸς ἀνθρώπου καὶ παντός ἀλόγου ζῴου.

καὶ τὰ μὲν ἄλλα ζῷα ψυχικὰ ὄντα καὶ διόλου κατὰ συμπλοκὴν γεγενημένα διόλου σχε- δὸν κατὰ φύσιν φέρεται. λέων σαρκοφαγεῖ καὶ ἀμύ- νεται ἀδικηθεὶς , καὶ διὰ τοῦτο πάντες οἶ λέοντες σαρκοφαγοῦσι καὶ ἀμύνονται· καὶ ἀμνάδες χορτοφαγοὺσι καὶ κρεῶν οὐχ ἅπτονται καὶ ἀδικούμεναι οὐκ ἀμύνονται · καὶ ὁ αὐτὸς τρόπος πάσης ἀμνάδος.

σκορπίος γῆν ἐσθίει καὶ τοὺς μὴ ἀδικήσαντας ἀδικεῖ, κέντρῳ ἰοβόλῳ πλήσσων· καὶ ἡ αὐτὴ κακία πάντων σκορπίων. μύρμηξ κατὰ φύσιν οἶδε χειμῶνος παρουσίαν καὶ δι’ ὅλης θερείας κάμνων ἀποτίθεται ἑαυτῷ τροφάς · καὶ ὁμοίως πάντες μύρμηκες ἐργάξονται.

μέλισσα μέλι γεωργεῖ, ἐξ οὗ καὶ τρέφεται· καὶ ἡ αὐτὴ γεωργία πάσαις μελίσσαις. καὶ ἦν πολλὰ εἴδη ἐκθέσθαι ἡμῖν τῶν ζῴων, ἅτινα τῆς φύσεως μὴ δυνάμενα ἐκστῆναι πολὺν θαυμασμὸν παρασχεῖν ὑμῖν ἐδύνατο,

ἀλλ’ αὐτάρκη ἡγησάμην ἐκ τῶν παρακει- μένων τὴν ἀπόδειξιν ποιήσασθαι, ὅτι τὰ μὲν ἄλλα

v.1.p.315
ζῷα κατὰ τὴν κοινότητα καὶ τὴν διαφορὰν κατὰ φύ- σιν δοθεῖσαν ἑκάστῳ ἐξ ἀνάγκης ἡδέως φέρεται, ἄν- θρωποι δὲ μόνοι, τὸ ἐξαίρετον ἔχοντες τόν τε νοῦν καὶ τὸν ἐκ τούτου προφερόμενον λόγον, κατὰ μὲν τὴν κοινότητα ἕπονται τῇ φύσει, ὡς προεῖπον, κατὰ δὲ τὸ ἐξαίρετον οὐ κατὰ φύσιν πολιτεύονται.

οὐδὲ γὰρ μία βρῶσις ἡ τῶν ἁπάντων · ἄλλοι μὲν γὰρ κατὰ τοὺς λέοντας τρέφονται, ἄλλοι δὲ κατὰ τὰς ἀμνάδας, οὐχ ἓν ἔχοντες σχῆμα φορημάτων, οὐκ ἔθος ἕν, οὐχ εἰς νόμος πολιτείας ἐν αὐτοῖς, οὐ μία κίνησις ἐπι- θυμίας τῶν πραγμάτων, ἀλλ’ ἕκαστος τῶν ἀνθρώ- πων κατὰ τὴν ἰδίαν θέλησιν αἱρεῖται ἑαυτῷ βίον, τὸν πλησίον μὴ μιμούμενος , πλὴν ἐν οἶς βούλεται.

τὸ γὰρ ἐλεύθερον αὐτοῦ οὐχ ὑπόκειται δουλείᾳ, καὶ εἰ ποτε ἑκὼν δουλεύσει , καὶ τοῦτο τῆς ἐλευθε- ρίας αὐτοῦ ἐστι, τὸ δύνασθαι δουλεύειν ἑκόντα.

πόσοι τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν Ἀλαναίων, ὡς τὰ ἄγρια ζῷα, κρεοβοροῦσιν ἄρτου μὴ γευόμενοι, καὶ οὐ διὰ τὸ μὴ ἔχειν, ἀλλὰ διὰ τὸ μὴ θέλειν; ἄλλοι λοὶ κρεῶν οὐ γεύονται, ὡς τὰ ἥμερα ζῷα· ἄλλοι ἰχθυοφαγοῦσι μόνον· ἕτεροι δὲ ἰχθύων οὐ γεύονται, οὐδ’ ἂν λιμώσσωσιν. οἱ μὲν ὑδροποτοῦσιν , οἱ δὲ οἰνοποτοῦσιν , οἶ δὲ σικερατίζουσι.

καὶ ἀπλῶς πολλὴ διαφορὰ βρωμάτων καὶ πομάτων ἐν τῇ ἀνθρωπότητι, ποτῆτι , μέχρι καὶ ἐν τῇ τῶν λαχάνων καὶ ὀπωρῶν βρώσει διαφερόμενοι. ἀλλὰ καὶ οἱ μὲν, ὡς σκορπίοι καὶ ὡς ἀσπίδες, μὴ ἀδικηθέντες ἀδικοῦσιν· οἶ δὲ, ὡς τὰ ἄλογα ζῷα ἀδικούμενοι ἀμύνονται· ἕτεροι δὲ ὡς λύκοι ἁρπάζουσι καὶ ὡς γαλαῖ κλέπτουσιν· ἄλλοι δὲ ὡς ἀμνάδες καὶ μηκάδες ὑπὸ τῶν ὁμοιοπαθῶν ἐλαύνονται καὶ τοὺς ἀδικοῦντας οὐκ ἀδικοῦσι· καὶ οἷ μὲν λέγονται ἀγαθοὶ, οἱ δὲ κακοὶ, οἶ δὲ δίκαιοι.

v.1.p.316

ὅθεν ἔστι νοεῖν μὴ πάντως κατὰ φύσιν ἄγεσθαι τὸν ἄνθρωπον· ποίαν γὰρ αὐτοῦ ἐροῦμεν φύ.σιν;) ἀλλὰ πῆ μὲν φέρεται κατὰ φύσιν, πῆ δὲ κατὰ προαί- ρεσιν. διὸ τὸν ἔπαινον καὶ τὸν ψόγον καὶ τὴν κατα- δίκην ἔχει ἐν τοῖς κατὰ προαίρεσιν, ἐν δὲ τοῖς κατὰ φύσιν ἔχει τὴν ἀνεγκλησίαν οὐ κατὰ ἔλεος, ἀλλὰ κατὰ λόγον.’

Καὶ ἐξῆς φησι

‘‘Νόμους ἔθεντο διαφόρους οἶ ἄνθρωποι ἐν ἑκά- στῃ χώρᾳ, τινὰς γεγραμμένους , τινὰς δὲ ἀγράφους· ἐξ ὧν διηγήσομαι, ὡς οἶδα καὶ ὧν μέμνημαι, ἀρξάμενος ἐκ τῆς τοῦ κόσμου ἀρχῆς.

νόμος ἐστὶ παρὰ Σήραις μηδένα φονεύειν, μήτε πορνεύειν μήτε κλέπτειω μήτε ξόανα προσκυνεῖν , καὶ ἐν ἐκείνῃ τῇ με- γίστῃ χώρᾳ οὐ ναὸν ἔστιν ἰδεῖν, οὐ γυναῖκα πορνι κἠν, οὐ μοιχαλίδα ὀνομαζομένην , οὐ κλέπτην ἐλκόμενον ἐπὶ δίκην, οὐκ ἀνδροφόνον, οὐ πεφονευμένον.

οὐδενὸς γὰρ τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ πυ- ριλαμπέος Ἄρεος ἀστὴρ μεσουρανῶν ἄνδρα σιδήρῳ ἀνελεῖν, οὐ Κύπρις σὺν Ἄρει τυχοῦσα ἀλλοτρίᾳ γυναικὶ μιγῆναί τινα παρ’ ἐκείνοις, πάντως πάσῃ ἡμέρᾳ μεσουρανοῦντος τοῦἌρεος, καὶ πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ γεννωμένων τῶν Σηρῶν.

παρὰ Ἰνδοῖς καὶ Βάκτροις εἰσὶ χιλιάδες πολλαὶ τῶν λεγομένων Βραχμάνων, οἵτινες κατὰ παράδοσιν τῶν προγόνων καὶ νόμων οὔτε φονεύουσιν οὔτε ξόανα σέβονται, οὐκ ἐμ- ψύχου γεύονται, οὐ μεθύσκονταί ποτε, οἴνου καὶ σίκερος μὴ γευόμενοι, οὐ κακίᾳ τινὶ κοινωνοῦσι προσέχοντες τῷ θεῷ, τῶν ἄλλων Ἰνδῶν φονευόντων καὶ ἑταιρευόωτνω καὶ μεθυσκομένων καὶ σεβομένων ξόανα, καὶ πάντα σχεδὸν καθ’ εἱμαρμένην φερομένων.

ἔστι δὲ ἐν τῷ αὐτῷ κλίματι τῆς Ἰνδίας

v.1.p.317
φυλή τις Ἰνδῶν, οἵτινες τοὺς ἐμπίπτοντας ξένους ἀγρεύοντες καὶ θύοντες ἐσθίουσι· καὶ οὔτε οἱ ἀγα- θοποιοὶ τῶν ἄστρων κεκωλύκασι τούτους μὴ μιαιφονεῖν καὶ μὴ ἀθεμιτογαμεῖν, οὔτε οἱ κακοποιοὶ ἠνάγκασαν τοὺς Βραχμᾶνας κακουργεῖν.

παρὰ Πέρσαις νόμος ἦν γαμεῖν τὰς θυγατέρας καὶ τὰς ἀδελφὰς καὶ τὰς μητέρας, καὶ οὐ μόνον ἐν τῇ χώρᾳ ἐκείνῃ καὶ ἐν τῷ κλίματι ἐκείνῳ τούτους τοὺς ἀνοσίους γάμους οἱ Πέρσαι ἐποίησαν, ἀλλὰ καὶ ὅσοι αὐτῶν τῆς Περσίδος ἐξεδήμησαν, οἵτινες καλοῦνται Μαγουσαῖοι, τὴν αὐτὴν ἀθεμιστίαν διαπράττονται, παραδιδόντες τοὺς αὐτοὺς νόμους καὶ τὰ ἔθη τοῖς τέκνοις κατὰ διαδοχήν.

ἐξ ὧν εἰσι μέχρι νῦν πολλοὶ ἐν Μηδίᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Φρυγίᾳ καὶ ἐν Γαλατίᾳ. καὶ οὐ δήπου Κύπρις ἐν ὁρίοις καὶ οἴκοις Κρόνου, σὺν Κρόνῳ ἐφομαρτοῦντος τοῦ Ἄρεος, ἐν ταῖς τῶν πάντων γενέσεσιν εὑρίσκετο.

παρὰ Γήλοις νόμος ἐστὶ τὰς γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ πάντα τὰ ἐργατικὰ πράσσειν, καὶ κοινωνεῖν οἷς ἂν βούλωνται, καὶ μὴ ἐγκαλεῖσθαι ὑπὸ τῶν ἀνδρῶν, μήτε καλεῖσθαί τινα μοιχαλίδα, τῷ πάσας ἐργατικὰς εἶναι, καὶ πᾶσι κοινωνεῖν, μάλιστα δὲ τοῖς ξένοις.

καὶ οὔτε μυρίζονται Γήλισσαι γυναῖκες οὔθ᾿ ἱμάτια βαπτὰ φοροῦσιν, ἀνυπόδητοι δέ εἰσι πᾶσαι, καίτοι τῶν Γήλων ἀνδρῶν κοσμουμένων ἐν φορήμασι μαλακοῖς καὶ ἐν διαφόροις χρώμασι, καὶ χρυσοφορούντων καὶ μυριζομένων, καὶ οὐ κατά τινα ἄλλην μαλακίαν, εἰσὶ γὰρ ἀνδρεῖοι καὶ πολεμικώτατοι καὶ κυνηγετικώτατοι.

καὶ οὐ πᾶσαι αἱ τῶν Γήλων γυναῖκες ἔλαχον ἐν Αἰγοκέρωτι ἢ ἐν Ὑδρηχόῳ κακοδαιμονοῦσαν τὴν Κύπριν, οὐδ᾿ οἱ ἄνδρες αὐτῶν πάντες ἔχουσιν ἐν Κριῷ σὺν Ἄρει τὴν Παφίην, ἔνθα τοὺς ἀνδρείους καὶ σπα-

v.1.p.318
τάλους οἱ Χαλδαΐζοντες λέγουσι.