Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἐπικρινεῖ δὲ τὰ τοιαῦτα ἡ σοφία παρ-

v.1.p.255
οὖσα τῇ μαντικῇ , καὶ οὐκ ἐπιτρέψει αὐτῇ ὡς ἔτυχε διαλέγεσθαι , ἅτε δὴ τῶν πάντων ἀναψαμένη τὰ πείσματα καὶ ἐπιθεμένη τὰ πρεσβεῖα, οὐδ’ ἐφήσει ματαίῳ ὄντι τῷ Πυθίῳ χρᾶν οὔτε τούτοις οὔτε Λακεδαιμονίοις περὶ Μεσσηνίων καὶ τῆς γῆς, ἧς εἶχον Μεσσήνιοι ἀπάτῃ νικήσαντες Λακεδαιμονίους
  • οὔ σε μάχης μόνον ἔργ’ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν,
  • ἀλλ’ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός ’
  • ταῖς δ’ αὐταῖς τέχναις τις ἁλώσεται αἷσπερ ὑπῆρξεν.
  • εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας καὶ αὐταρκείας. οἱ δέ που τοῖς Λυκούργου νόμοις κατακοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς ἐρησόμενοι , ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι, ἐν νόμοις καρτερικοῖς τεθράφθαι δοκοῦντες.

    εἰ δέ γε οἶ ἐν καρτερικοῖς ἤσαν νόμοις οὕτω τεθραμμένοι, ἐκαρτέρουν ἂν ἐπὶ τοῖς ὀλίγοις, καὶ οὐδὲν ἂν μάχης αὐτοῖς ἔδει, οὐδὲ ὅπλων καὶ τῆς λοιπῆς ἀποπληξίας.

    ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων, πάλιν δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων ταῦτα ’ σὺ γὰρ καὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων, οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρη- σμῳδεῖς

  • παρθένον Αἰπυτίδα κλῆρος καλεῖ, ἥντινα δοίης
  • δαίμοσι νερτερίοις, καί κεν σώσειας Ἰθώμην.
  • τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν κα- θαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσσηνίοις εἶναι. τοιοῦτος γὰρ εἰ οἷος ταράττειν. ”

    Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. μυρία δ’ ἐστὶ καὶ καθ’ ἡμᾶς τούτοις συνιδεῖν ὅμοια , ἐκ παλαιοῦ χρόνου καὶ εἰς ἡμὰς αὐτοὺς τῶν κατὰ χρόνους ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ τῆς τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ

    v.1.p.256
    σφαλλομένων ἐκ τῆς τῶν χρησθέντων ἀδηλίας , ἂλλοτε δὲ ἀποπλανωμένων ἐκ τῆς αὐτόθεν τῶν λογίων ἀπάτης.

    τί δεῖ δὲ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις συμφοραῖς , ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων, ἢ τῶν ἐν ταῖς σωματικαῖς ἀρρωστίαις κινδύνων, τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας οὐδὲν ὤναντο.

    τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρησμῶν ἐκπίπτει, οἶα καὶ τὰ τῆς παλαιὰς ἱστορίας συνίστησιν.

    ἀλλ’ ἐπεὶ τῶν μάλιστα παρὰ Ἓλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἶς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησε τὸ βοώμενον ἐκεῖνο,

  • ἥκεις, ὢ Λυκόεργε, ἐμόν ποτὶ πίονα νηὸν,
  • Ζηνὶ φίλος καὶ πᾶσιν Όλύμπια δώματ’· ἔχουσι·
  • δίζω ἤ σε θεὸν μαντεύσομαι, ἢ ἄνθρωπον·
  • ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι· ὠ Λυκόεργε,
  • ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι
  • δώσω ,
  • καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε καὶ πρὸς ταῦτα τίνα ποτὲ συνεῖδεν ὁ προδηλωθεὶς ἔλεγχος ἐποπτεύσωμεν. γράφει δὲ ὧδε