Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τῷ μὲν οὖν μετ’ ὀλίγων ἐναντίῳ ἱσταμένῳ πρὸς τὸν ἄπειρον ὄχλον ὄλεθρος προφανὴς , ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχε τοῦ φόβου καὶ παραδόξους ἐλπίδας. μηδὲν δὲ ἧττον ἀφώρατον εἶναι τὸ σόφισμα καὶ διαφυγούσης καὶ ἁλούσης.

τί δή ποτε; ὅτι οὐκ εἴρητο μὰ Δία εἰ ὁ βασιλεὺς ἀποθάνοι, ἡ πόλις σωθήσεται, ἀλλ’ ὅτι ἢ μόνος ἀπολεῖται ἢ ἡ σύμπασα πόλις· τοῦτο δὲ ἐν ἑκατέρῳ ἀνεύθυνον, καὶ μόνου αὐτοῦ ἀπολουμένου καὶ μὴ μόνου. οὗτος δὲ τύφου καὶ ἀφροσύνης καρπός. ”

Ἀλλὰ ταῦτα μὲν ταύτῃ. οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησε πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ. συμμαχίαν αἰτοῦσιν. ”

“ Ἒπαθον δὲ καὶ οἶ Κνίδιοι τούτῳ προσ-

v.1.p.254
εοικὸς Ἁρπάγου ἐπ᾿ αὐτοὺς στρατεύσαντος. τὸν γὰρ ἰσθμὸν τὸν αὐτόθι διακόπτειν ἐπιχειροῦντες καὶ τὴν πόλιν νησοποιεῖν, τὰ μὲν πρῶτα τοῦ ἔργου εἴχοντο, ἐπεὶ δὲ αὐτοῖς ἀπήντα ἡ ἐργασία, ἀπαγορεύοντες ἤδη ἐχρῶντο.

σὺ δὲ αὐτοῖς εἶπας

  • Ἰσθμὸν δὲ μὴ πυργοῦτε μηδ᾿ ὀρύσσετε·
  • Ζεὺς γάρ κ᾿ ἔθηκε νῆσον, εἴ κ᾿ ἐβούλετο,
  • καὶ οἱ βλᾶκες ἐπείσθησαν καὶ ἀποτραπόμενοι παρέδωκαν ἑαυτοὺς τῷ Ἁρπάγῳ. τὸ δὲ ῥᾳδιούργημα. ἐπεὶ γὰρ οὐκ ἦν βέβαιος ἀποφυγὴ ὀρύξασι, τούτου μὲν ἔπαυσας· ὡς δὲ μὴ κελεύων ἔργου ἔχεσθαι ἐπαγγέλλῃ τὴν ἀποφυγήν.

    τούτῳ δὲ οὐ τὸ λῷον εἶναι μὴ ὀρύξασι προσετίθεις, ἀλλ᾿ ὅτι οὐ δοκεῖ τῷ Διὶ αὐτὴν νῆσον εἶναι. ἐν μὲν οὖν τῇ ἀποτροπῇ ἀμφό- τερα ἰσόρροπα, ἐν δὲ τῇ προτροπῇ τὸ διαφεύξεσθαι προεῖχεν· οὗ δὴ ἀσφαλὲς ἦν τῷ σοφιστῇ τὸ ἀνατρέπειν. οὕτως τε οὐδὲν εἰπὼν ὧν ἕνεκα ἦσαν ἀφιγμένοι ἀπέπεμψας οἰομένους ἀκηκοέναι τι.”

    Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων καὶ τῶν χρωμένων ἀπελέγχειν αὐταρκῶς, καὶ ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεον ἔστιν εὑρεῖν ἐν τοῖς δηλουμένοις.

    τὸ δὲ κακότροπον τοῦ ἤθους εἴτε τῶν πονηρῶν δαιμόνων εἴτε τῶν τὰ μαντεῖα καθυποκρινομένων ἀνδρῶν ἴδοις ἂν, εἰ μάθοις ὡς καὶ εἰς τὸν κατ᾿ ἀλλήλων πόλεμον τοὺς χρωμένους αὐτοῖς ἠρέθιζον, εἰρήνης καὶ φιλίας δέον αὐτοὺς εἶναι βραβευτάς.

    τοτὲ μὲν οὖν Λακεδαιμονίους ὡς ἂν οἰκείους καὶ φίλους ὁ ἐν Δελφοῖς πάλιν κατὰ Μεσσηνίων παροξύνει, τοτὲ δ᾿ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων χρᾷ, εἰ πάλιν οὗτοι δι᾿ ἀνθρωποθυσίας ἱλάσοιντο τοὺς δαίμονας. ἄκουε δὲ καὶ τὰ περὶ τούτων