Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟῾Η δὲ τῶν ξοάνων ποίησις ἀρχαῖον ἔοικεν εἶναί τι καὶ παλαιὸν, εἴ γε ξύλινον μὲν ἦν τὸ πρῶτον εἰς Δῆλον ὑπὸ Ἐρυσίχθονος Ἀπόλλωνι ἐπὶ τῶν θεωριῶν ἄγαλμα, ξύλινον δὲ τὸ τῆς Πολιάδος ὑπὸ τῶν αὐτοχθόνων ἱδρυθὲν , ὃ μέχρι νῦν Ἀθηναῖοι διαφυλάττουσιν. Ἥρας δὲ καὶ Σάμιοι ξύλινον εἶχον

  • ἕδος, ὥς φησι Καλλίμαχος
  • Οὔπω Σκέλμιον ἔργον ἐύξοον, ἀλλ’ ἐπὶ τεθμὸν
  • δηναιὸν γλυφάνων ἄξοος ἦσθα σανίς.
  • ὧδε γὰρ ἱδρύοντο θεοὺς τότε· καὶ γὰρ Ἀθήνης
  • ἐν Λίνδῳ Δαναὸς λᾶαν ἔθηκεν ἕδος.
  • λέγεται δὲ Πείρας ὁ πρῶτος Ἀργολίδος Ἥρας ἱερὸν εἱσάμενος τὴν ἑαυτοῦ θυγατέρα Καλλίθυιαν ἱέρειαν καταστήσας, ἐκ τῶν περὶ Τίρυνθα δένδρων ὄγχνην τεμὼν εὐκτέανον Ἥρας ἄγαλμα μορφῶσαι. πέτραν μὲν γὰρ εἰς θεοῦ κόπτειν εἰκόνα σκληρὰν καὶ δύσεργον καὶ ἄψυχον οὐκ ἐβούλοντο, χρυσὸν δὲ καὶ ἄργυρον ἡγοῦντο γῆς ἀκάρπου καὶ διεφθαρμένης χρώματα νοσώδη καὶ κηλῖδας ἐξανθεῖν ὥσπερ μώλωπας ὑπὸ πυρὸς ῥαπισθείσης · ἐλέφαντι δὲ παίζοντες μὲν ἴσθ’ ὅπου προσεχρῶντο , ποικίλματι τρυφῆς.”

    Ταῦτα ὁ Πλούταρχος· καὶ τούτου δὲ πολὺ πρότερον ὁ Πλάτων’ οὐδὲν εἶναι σεμνὸν οὐδὲ προσεοικὸς θείᾳ φύσει ἐν χρυσῷ καὶ λίθοις καὶ ἐλέφαντι [*](4 Πλούταρχος] Inter Pragmenta ap. Wyttenb. vol. 762.)

    v.1.p.121
    τοῖς τε ἐξ ὕλης ἀψύχου κατασκευάσμασιν εὖ μάλα εἰδὼς, ἐπάκουσον ἐν τοῖς Νόμοις ὁποῖα διατάττεται

    “Γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσι πάντων θεῶν· μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς. χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐπίφθονόν ἐστι κτῆμα, ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα.’’

    Ταῦτα δὲ σαφῆ περιέχειν ἡγοῦμαι τῆς προτεθείσης ἀνατροπὴν φυσιολογίας , ἧς φέρε καὶ τὰ λοιπὰ ἐπιθεωρήσωμεν. ἐπάκουσον οὖν οἶά φησιν

    ‟Ὅρα δὲ τὴν τῶν Ἑλλήνων σοφίαν οὑτωσὶ διασκοπούμενος. τὸν γὰρ Δία τὸν νοῦν τοῦ κόσμου ὑπολαμβάνοντες, ὃς τὰ ἐν αὐτῷ ἐδημιούργησεν ἔχων τὸν κόσμον , ἐν μὲν ταῖς θεολογίαις ταύτῃ περὶ αὐτοῦ παραδεδώκασιν οἱ τὰ Ὀρφέως εἰπόντες ·

  • Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος,
  • Ζεὺς κεφαλὴ, Ζεὺς μέσσα, Δῖός δ’ ἐκ πάντα τέτυκται.
  • Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄφθιτος ἔπλετο νύμφη.
  • Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
  • Ζεὺς βασιλεὺς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος.
  • ‘ἐν κράτος, εἶς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων,
  • ‘ὲν δὲ δέμας βασίλειον, ἐν ᾡ τάδε πάντα κυκλεῖται,
  • πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ, νύξ τε καὶ ἦμαρ,
  • καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἕρως πολυτερπής·
  • πάντα γὰρ ἐν μεγάλῳ Ζῆνός τάδε σώματι κεῖται.
  • τοῦ δή τοι κεφαλὴν μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα
  • οὐρανὸς αἰγλήεις , ὃν χρύσεαι ἀμφὶς ἔθειραι
  • ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται ,
  • ὢ ταύρεα δ’ ἀμφοτέρωθε δύο χρύσεια κέρατα,
  • ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ Οὐρανιώνων,
  • [*](2 ἐν τοῖς Νόμοις] 12. p. 955 E. 12 Ὅρα δὲ — ] Porphyrius ap. Stob. Ecl. 1, 3, 23.)
    v.1.p.122
  • ὄμματα δ᾿ ἠέλιός τε καὶ ἀντιόωσα σελήνη.
  • νοῦς δέ οἱ ἀψευδ]ὴς, βασιλήϊος, ἄφθιτος αἰθὴρ,
  • ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται, οὐδέ τις ἐστὶν
  • αὐδὴ, οὔτ᾿ ἐνοπὴ, οὔτε κτύοπος, οὐδὲ μὲν ὄσσα,
  • ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος.
  • ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα·
  • Σῶμα δέ οἱ περιφεγγὲς, ἀπείριτον, ἀστυφέλικτον,
  • ὄβριμον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται.
  • Ωμοι μὲν καὶ στγέρνα καὶ εὐρέα νῶτα θεοῖο
  • ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο,
  • τῇς ἐπὶ πάντα ποτᾶθ᾿, ἱερὴ δέ οἱ ἔπλετο νηδὺς,
  • γαῖα τε παμμήτειρ᾿ ὁρέων τ᾿ αἰπεινὰ κάρηνα·
  • μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης
  • καὶ πόντου· πυμάτη δὲ βάσις, χθονὸς ἔνδοθι ῥίζαι,
  • Τάρταρά τ᾿ εὐρώεντα καὶ ἔσχατα πέιρατα γαίης.
  • Πάντα δ᾿ ἀποκρύψας αὖθις φάος ἐς πολυγηθὲς
  • μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι, θέσκελα ῤέζων.
  • Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν· Ζεὺς δὲ, καθὸ νοῦς, ἀφ᾿ οὗ προφέρει πάντα καὶ δημιουργεῖ τοῖς νοήμασι.