Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Φθέγξομαι οἶς θέμις ἐστὶ, θύρας δ’ ἐπίθεσθε βέβηλοι, σοφίας θεολόγου νοήματα δεικὺς , οἶς τὸν θεὸν καὶ τοῦ θεοῦ τὰς δυνάμεις διὰ εἰκόνων συμφύλων αἰσθήσει ἐμήνυσαν ἄνδρες τὰ ἀφανῆ φανεροῖς ὑποτυπώσαντες πλάσμασι, τοῖς καθάπερ ἐκ βίβλων τῶν ἀγαλμάτων ἀναλέγειν τὰ περὶ θεῶν μεμαθηκόσι γράμματα θαυμαστὸν δὲ οὐδὲν ξύλα καὶ λίθους ἡγεῖσθαι τὰ ξόανα τοὺς ἀμαθεστάτους , καθὰ δὴ καὶ τῶν γραμμάτων οἱ ἀνόητοι λίθους μὲν ὁρῶσι τὰς στήλας, ξύλα δὲ τὰς δέλτους, ἐξυφασμένην δὲ πάπυρον τὰς βιβλους.”

Τοιαῦτα δὲ ὡς ἐν προοιμίῳ κατακοσμήσας ἄκουε οἷα προιὼν ἐξῆς γράφει πρὸς λέξιν

v.1.p.119

‟ Φωτοειδοῦς δὲ ὄντος τοῦ θείου καὶ ἐν πυρὸς αἰθερίου περιχύσει διάγοντος, ἀφανοῦς τε τυγχάνοντος αἰσθήσει περὶ θνητὸν βίον ἀσχόλῳ, διὰ μὲν τῆς διαυγοῦς ὕλης, οἶον κρυστάλλου ἢ Παρίου λίθου ἢ καὶ ἐλέφαντος, εἰς τὴν τοῦ φωτὸς αὐτοῦ ἔννοιαν ἐνῆγε, διὰ δὲ τῆς τοῦ χρυσοῦ εἰς τὴν τοῦ πυρὸς διανόησιν, καὶ τὸ ἀμίαντον αὐτοῦ, ὅτι χρυσὸς οὐ μιαίνεται.

πολλοὶ δὲ αὖ καὶ μέλανι λίθῳ τὸ ἀφανὲς αὐτοῦ τῆς οὐσίας ἐδήλωσαν, καὶ ἀνθρωποειδεῖς μὲν ἀπετύπουν τοὺς θεοὺς ὅτι λογικὸν τὸ θεῖον, καλοὺς δὲ, ὅτι κάλλος ἐν ἐκείνοις ἀκήρατον· διαφόροις δὲ σχήμασι καὶ ἡλικίαις, καθέδραις τε καὶ στά- σεσι καὶ ἀμφιάσεσι, καὶ τοὺς μὲν ἄρρενας, τὰς δὲ θηλείας, καὶ παρθένους , καὶ ἐφήβους , ἢ γάμου πεῖραν εἰληφότας, εἰς παράστασιν αὐτῶν τῆς διαφορᾶς.

ὅθεν πᾶν τὸ λευκὸν τοῖς οὐρανίοις θεοῖς ἀπένειμαν, σφαῖράν τε καὶ τὰ σφαιρικὰ πάντα ἰδίως τε κόσμῳ καὶ ἡλίῳ καὶ σελήνῃ, ἔσθ’ ὅπου δὲ καὶ τύχῃ καὶ ἐλπίδι· κύκλον δὲ καὶ τὰ κυκλικὰ αἰῶνι καὶ τῇ κατὰ τὸν οὐρανὸν κινήσει ταῖς τε ἐν αὐτῷ ζώναις καὶ τοῖς κύκλοις · κύκλων δὲ τμήματα τοῖς σχηματισμοῖς τῆς σελήνης· πυραμίδας δὲ καὶ ὀβελίσκους τῇ πυρὸς οὐσίᾳ , καὶ διὰ τοῦτο τοῖς Ὀλυμπίοις θεοῖς · ὥσπερ αὖ κῶνον μὲν ἡλίῳ, γῇ δὲ κύλινδρον, σπορᾷ δὲ καὶ γενέσει φάλητα, καὶ τὸ τρίγωνον σχῆμα διὰ τὸ μόριον τῆς θηλείας.”

Ταῦτα ὁ θαυμαστὸς φιλόσοφος, ὧν τί ἂν γένοιτο ἀσχημονέστερον τὰ αἰσχρὰ σεμνολογοῦσιν, τί δὲ βιαιότερον τὰς ἀψύχους ὕλας, χρυσὸν καὶ λίθον καὶ τὰ τοιαῦτα, εἰκόνας φέρειν τοῦ φωτὸς τῶν θεῶν καὶ τῆς οὐρανίου καὶ αἰθερίου φύσεως δηλώματα φάσκειν; ὅτι δὲ τῶν νέων ἐστὶ ταῦτα σοφίσματα,

v.1.p.120
μηδ’ ὄναρ τῶν παλαιῶν εἰς ἐνθύμησιν ἐλθόν, γνοίης ἂν μαθὼν ὅτι καὶ ἀπόβλητα ἦν παρὰ τοῖς προτέροις τὰ διὰ χρυσοῦ καὶ τῆς νομιζομένης πολυτελεστέρας ὕλης ξόανα. λέγει δ’ οὖν Πλούταρχος ὧδέ πη κατὰ λέξιν