Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ Ἔρωτα μὲν παρέστησαν διὰ τὴν ἐπιθυμίαν. σκέπει δὲ μαστοὺς καὶ τὸ μόριον, ὅτι γονῆς αἰτία ἡ δύναμις καὶ ἐκθρέψεως. ἔστι δὲ ἀπὸ θαλάττης, στοι- χείου διύγρου καὶ θερμοῦ, πολλὰ κινουμένου καὶ διὰ τὴν συγκίνησιν ἀφριῶντος , τὸ σπερματικὸν αἰνιττόμενος.

τοῦ δὲ λόγου τοῦ πάντων ποιητικοῦ τε καὶ ἑρμηνευτικοῦ ὁ Ἑρμῆς παραστατικός. ὁ δὲ ἐντεταμένος Ἑρμῆς δηλοῖ τὴν εὐτονίαν, δείκνυσι δὲ καὶ τὸν σπερματικὸν λόγον τὸν διήκοντα διὰ πάντων.

λοιπὸν δὲ σύνθετος λόγος, ὁ μὲν ἐν ἡλίῳ Ἑρμῆς , Ἑκάτη δὲ ὁ ἐν σελήνῃ, ῾Ερμόπαν δὲ ὁ ἐν τῷ παντί· κατὰ πάντων γὰρ ὁ σπερματικὸς καὶ ποιητικός. σύνθετος δὲ καὶ οἷον μιξέλλην καὶ παρ’ Αἰγυπτίοις ὁ ῾Ερμάνουβις. ἐπεὶ δὲ καὶ τῆς ἐρώσης ἦν δυνάμεως ὁ λόγος, ταύτης ὁ Ἔρως παραστατικός. διὸ παῖς μὲν τοῦ Ἑρμοῦ ὁ Ἔρως, νήπιος δὲ διὰ τὰς αἰφνιδίους περὶ τὰς ἐπιθυμίας ἐμπτώσεις αὐτοῦ.

τοῦ δὲ παντὸς τὸν Πάνα σύμβολον ἔθεντο, τὰ μὲν κέρατα σύμβολα δόντες ἡλίου καὶ σελήνης, τὴν δὲ νεβρίδα τῶν κατ’ οὐρανὸν ἀστέρων, ἢ τῆς τοῦ παντὸς ποικιλίας.”

Καὶ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα· τὰ δὲ τῶν Αἰγυπτίων πάλιν τοιαῦτά φησιν ἔχειν σύμβολα

Τὸν δημιουργὸν, ὃν Κνὴφ οἱ Αἰγύπτιοι προσαγορεύουσιν, ἀνθρωποειδῆ, τὴν δὲ χροιὰν ἐκ κυανοῦ

v.1.p.139
μέλανος ἔχοντα, κρατοῦντα ζώνην καὶ σκῆπτρον, ἐπὶ δὲ τῆς κεφαλῆς πτερὸν βασίλειον περικείμενον, ὅτι λόγος δυσεύρετος καὶ ἐγκεκρυμμένος καὶ οὐ φανὸς, καὶ ὅτι ζωοποιὸς, καὶ ὅτι βασιλεὺς, καὶ ὅτι νοερῶς κινεῖται · διὸ ἡ τοῦ πτεροῦ φύσις ἐν τῇ κεφαλῇ κεῖται.

τὸν δὲ θεὸν τοῦτον ἐκ τοῦ στόματος προΐεσθαί φασιν ᾠὸν , ἐξ οὗ γεννᾶσθαι θεὸν, ὃν αὐτοὶ προσαγορεύουσι Φθὰ , οἶ δὲ Ἕλληνες Ἥφαιστον · ἑρμηνεύειν δὲ τὸ ᾠὸν τὸν κόσμον. ἀφιέρωται δὲ τῷ θεῷ τούτῳ πρόβατον διὰ τὸ τοὺς παλαιοὺς γαλακτοποτεῖν.

αὐτοῦ δὲ τοῦ κόσμου τὸ δείκηλον τοιόνδε ἀνέπλασαν· ἀνθρωποειδές ἐστιν ἄγαλμα, τοὺς μὲν πόδας συμβεβηκότας ἔχον, ἄνωθεν δὲ μέχρι ποδῶν ποικίλον ἱμάτιον περιβεβλημένον· ἐπὶ δὲ τῆς κεφαλῆς σφαῖραν ἔχει χρυσῆν διὰ τὸ μὴ μεταβαίνειν, καὶ διὰ τὴν τῶν ἄστρων ποικίλην φύσιν , καὶ ὅτι σφαιροειδὴς ὁ κόσμος.

ἥλιον δὲ σημαίνουσι ποτὲ μὲν δι’ ἀνθρώπου ἐπιβεβηκότος πλοίου, τοῦ πλοίου ἐπὶ κροκοδείλου κειμένου. δηλοῖ δὲ τὸ μὲν πλοῖον τὴν ἐν ὑγρῷ κίνησιν, ὁ δὲ κροκόδειλος πότιμον ὕδωρ , ἐν ᾧ φέρεται ὁ ἥλιος. ἐσήμαινε τοίνυν ὁ ἥλιος δι’ ἀέρος ὑγροῦ καὶ γλυκέος τὴν περιπόλησιν ποιεῖσθαι.

τῆς δὲ οὐρανίας γῆς καὶ τῆς χθονίας τὴν δύναμιν ᾿Ισιν προσεῖπον διὰ τὴν ἰσότητα, ἀφ’ ἧς τὸ δίκαιον· οὐρανίαν δὲ τὴν σελήνην, χθονίαν δὲ τὴν καρποφόρον, ἐν ᾗ κατοικοῦμεν, λέγουσι.

τὸ δὲ αὐτὸ δύναται Δημήτηρ παρ’ Ἕλλησι καὶ Ἶσις παρ’ Αἰγυπτίοις, καὶ πάλιν Κόρη παρ’ Ἕλλησι καὶ Διό- νυσος , καὶ Ἴσις καὶ Ὄσιρις παρ’ ’ Αἰγυπτίοις. αὕτη δὲ τρέφουσα καὶ αἱροῦσα τὰ ἐπὶ γῆς · ὁ δὲ Ὄσιρις παρ’ Αἰγυπτίοις τὴν κάρπιμον παρίστησι δύναμιν, ἣν θρήνοις ἀπομειλίσσεσθαι εἰς γῆν ἀφανιζομένην

v.1.p.140
ἐν τῷ σπόρῳ, καὶ ὑφ’ ἡμῶν καταναλισκομένην εἰς τροφάς

λαμβάνεται δὲ καὶ ἀντὶ τῆς ποταμίας τοῦ Νείλου δυνάμεως · ἀλλ’ ὅταν μὲν τὴν χθονίαν γῆν σημαίνωσιν, Ὄσιρις ἡ κάρπιμος λαμβάνεται δύναμις, ὅταν δὲ τὴν οὐρανίαν, Ὄσιρίς ἐστιν ὁ Νεῖλος, ὃν ἐξ οὐρανοῦ καταφέρεσθαι οἴονται· πενθοῦσι δὲ καὶ τοῦτον, ἀπομειλισσόμενοι τὴν δύναμιν λήγουσαν καὶ ἀναλισκομένην. ἡ δὲ ἐν τοῖς μύθοις μισγομένη τῷ ᾿Οσίριδι ᾿Ισις ἡ Αἰγυπτία ἐστὶ γῆ διόπερ ἰσοῦται καὶ κυεῖ καὶ ποιεῖ τοὺς καρπούς · διὸ ἀνὴρ τῆς Ἴσιδος Ὄσιρις καὶ ἀδελφὸς καὶ υἱὸς παραδέδοται. ”