Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τὴν δὲ σελήνην, παρὰ τὸ σέλας ὑπολαβόντες, Ἄρτεμιν προσηγόρευσαν, οἷον ἀερότεμιν· λοχία τε ἡ Ἄρτεμις, καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας δύναμις προσθετικὴ εἰς τὸ τίκτειν.

ὅπερ δὲ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἀθηνᾶ ἐν σελήνῃ· ἔστι γὰρ τῆς φρονήσεως σύμβολον, Ἀθρηνἀ τις οὖσα.

Εκάταη δὲ ἡ σελήνη πάλιν, τῆς περὶ αὐτὴν μετασχηματίσεως καὶ κατὰ τοὺς σχηματισμοὺς δυνάμεως· διὸ τρί-

v.1.p.137
μορφος ἡ δύναμις, τῆς μὲν νουμηνίας φέρουσα τὴν λευχείμονα καὶ χρυσοσάνδαλον καὶ τὰς λαμπάδας ἡμμένας· ὁ δὲ κάλαθος, ὃν ἐπὶ τοῖς μετεώροις φέρει, τῆς τῶν καρπῶν κατεργασίας, οὓς ἀνατρέφει κατὰ τὴν τοῦ φωτὸς παραύξησιν· τῆς δ᾿ αὖ πανσε- λήνου ἡ χαλκοσάνδαλος σύμβολον.

ἢ καὶ ἐκ μὲν τοῦ κλάδου τῆς δάφνης λάβοι ἄν τις αὐτῆς τὸ ἔμπυρον, ἐκ δὲ τοῦ μήκωνος τὸ γόνιμον, καὶ τὸ πλῆθος τῶν εἰσοικιζομένων εἰς αὐτὴν ψυχῶν ὥσπερ εἰς πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον. τόξα δὲ φέρει καθάπορ ἡ Ἄρτεμις διὰ τὴν τῶν ὠδίνων ὀξύτητα.

πάλιν δ᾿ αὖ αἱ Μοῖραι ἐπὶ τὰς δυνάμεις αὐτῆς ἀναφέρονται· ἡ μὲν Κλωθὼ ἐπὶ τὴν γεννητικὴν, Λάχεσις δὲ ἐπὶ τὴν θρεπτικὴν, Ἄτροπος δὲ ἡ κατὰ τὸ ἀπαραίτητον τοῦ θεοῦ.

συνοικίζουσι δὲ αὐτῇ καὶ τὴν τῶν καρπῶν γεννητικὴν δύναμιν, ἥπερ ἐστὶ Δημήτηρ , δύναμιν ἐμποιοῦσαν αὐτῇ. καὶ ἔστι συνεκτικὴ τῆς Κόρης ἡ σελήνη. προσοικίζουσι δὲ καὶ τὸν Διόνυσον διά τε τὴν τῶν κεράτων ἔκφυσιν καὶ διὰ τὸν τῶν νεφῶν τόπον τὸν ὑποκείμενον τοῖς κάτω μέρεσι.

τὴν δὲ τοῦ Κρόνου δύναμιν νωχελῆ καὶ βραδεῖαν καὶ ψυχρὰν κατεῖδον, διὸ τὴν τοῦ χρόνου δύναμιν αὐτῷ προσανέθεσαν· ἀποτυποῦσί τε αὐτὸν ἑστῶτα πολιὸν, πρὸς ἔμφασιν τοῦ γηράσκειν τὸν χρόνον.

τῶν δὲ καιρῶν σύμβολα οἱ Κουρῆτες, τὸν χρόνον βουκολοῦντες, ὅτι διὰ τῶν καιρῶν ὁ χρόνος παροδεύει.

τῶν δὲ Ὡρῶν αἱ μὲν Ὀλυμπιά- δες εἰσὶ τοῦ ἡλίου, αἳ καὶ ἀνοίγουσι τὰς κατὰ τὸν ἀέρα πύλας, αἱ δὲ ἐπιχθόνιοι τῆς Δήμητρος· καὶ κάλαθον ἔχουσι τὸν μὲν τῶν ἀνθέων σύμβολον τοῦ ἔαρος, τὸν δὲ τῶν σταχύων τοῦ θέρους.

τοῦ δὲ δὲ Ἄρεος τὴν δύναμιν καταλαβόντες διάπυρον, πολέ-

v.1.p.138
μῶν ποιητικὴν καὶ αἱματουργὸν , βλάπτειν τε καὶ ὠφελεῖν δυννμένην ἐποίησαν.

τὸν δὲ τῆς ᾿Αφροδίτης ἀστέρα θεωρήσαντες γενεσιουργὸν, ἐπιθυμίας τε καὶ γονῆς αἴτιον, γυναῖκα μὲν ἀνέπλασαν διὰ τὴν γένεσιν, ὡραίαν δὲ, ὅτι καὶ

  • Ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ.