Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τὰ μὲν δὴ τῆς Φοινίκων θεολογίας τὸν προειρημένον περιέχει τρόπον · ἣν ἀμεταστρεπτὶ φεύγειν καὶ τῆς τῶν παλαιῶν φρενοβλαβείας τὴν ἴασιν μεταδιώκειν ὁ σωτήριος εὐαγγελίζεται λόγος.

ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ καὶ παλαιῶν , ὡς ἂν αὐτοὶ φαῖεν , θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχουσαι, τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας, τῶν τε παρ’ ἑκάστοις ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη ἀπό τε τῆς τῶν λοιπῶν συγγραφέων καὶ δὴ καὶ τῶν νομιφομένων θεολόγων ὁμολογίας , δι’ ἧς ἐμαρτύρησαν τοὺς παλαιοὺς καὶ πρώτους τὰ περὶ θεῶν συστησαμένους μηδὲν εἰς φυσικὰς ἀναφέρειν τροπολογίας, μηδ’ ἀλληγορεῖν τοὺς περὶ θεῶν μύθους, ἐπὶ μόνης δὲ τῆς λέξεως φυλάττειν τὰς ἱστορίας.

ταῦτα γὰρ αἶ προπαρατεθεῖσαι τῶν εἰρημένων ἐδήλουν φωναὶ, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὐτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων.

v.1.p.54

Τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία. ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι, εἰς τὸ κατανοῆσαι ἀκριβῶς καὶ συνιδεῖν ἐξητασμένως εἰ μὴ κεκριμένη καὶ εὔλογος συνέστηκεν ἡμῖν ἡ ἐξ αὐτῶν ἀναχώρησις, οὐδ’ ἄλλως ἢ διὰ μόνης τῆς εὐαγγελικὴς ἀποδείξεως , πρώτιστα πάντων αὐτοῖς Αἰγυπτίοις, εἶτα δὲ καὶ τοῖς τὰ ἴσα φρονοῦσιν αὐτοῖς κατορθουμένη.

πᾶσαν μὲν οὑν τὴν Αἰγυπτιακὴν ἱστορίαν εἰς πλάτος τῆς Ἑλλήνων μετείληφε φωνῆς ἰδίως τε τὰ περὶ τῆς κατ’ αὐτοὺς θεολογίας Μανεθῶς ὁ Αἰγύπτιος ἔν τε ᾗ ἔγραψεν ἱερᾷ βίβλῳ καὶ ἐν ἑτέροις αὐτοῦ συγγράμμασι.

πλὴν ἀλλὰ καὶ Διόδωρος ὁ πρόσθεν ἡμῖν μνημονευθεὶς, ἐκ πλειόνων τὰς ἱστορίας ἀναλεξάμενος καὶ ὡς ἔνι μάλιστα τὰ παρ’ ἑκάστοις ἔθνεσιν ἀπηκριβωκὼς , ἐπιφανὴς ἀνὴρ καὶ δόξαν οὐ μικρὰν παιδείας παρὰ πᾶσι τοῖς φιλολόγοις κτησάμενος , καὶ δὴ καὶ πᾶσαν τὴν παλαιὰν συναγαγὼν ἱστορίαν, συνάψας τε τὰ πρῶτα τοῖς ἑξῆς πράγμασι, τὴν καταρχὴν τῆς ὅλης ἐποιήσατο πραγματείας ἀπὸ τῆς κατ’ Αἰγυπτίους θεολογίας · ἀφ’ ἧς ἡγοῦμαι κρεῖττον εἶναι ποιήσασθαι τὴν τῶν προκειμένων παράθεσιν , ὡς ἂν μᾶλλον οὔσης γνωριμωτέρας τοῖς Ἕλλησι τῆς τούτου γραφῆς. ἱστορεῖ δ’ οὖν ταῦτα πρὸς λέξιν