Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘‘Φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζωογονηθέντα. —

τοὺς δὲ [*](25 Φᾶσί τοίνυν — ] Diodorus 1, 10. 13. 15 — 26.)

v.1.p.55
θεοὺς ἀνθρώπους μὲν ὑπάρξαι θνητοὺς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τυχεῖν τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γενέσθαι. μεθερμηνευομένων δὲ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὐπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιον τε καὶ Κρόνον Κρόνον ἔτι δὲ καὶ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον , ἔτι δὲ Ἑστίαν, καὶ τελευταῖον Ἑρμῆν.

καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον , ὁμώνυμον ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ. ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον.

μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μὲν τινὰς τὸν Ὄσιριν καὶ τὴν Ἰσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν , οὓς δι’ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου.

ἐκ δὲ τούτων γενέσθαι πέντε θεοὺς, Ὄσιριν καὶ Ἴσιν καὶ Τυφῶνα, Ἀπόλλωνά τε καὶ Ἀφροδίτην. καὶ τὸν μὲν Ὄσιριν εἶναι τὸν Διόνυσον, τὴν δὲ Ἴσιν τὴν Δήμητρα. ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ ·

κτίσαι τε πόλιν ἐν τῇ Θηβαίδι ἑκατόμπυλον , ἣν τινὰς μὲν Δῖός πόλιν, ἐνίους δὲ Θήβας προσειπεῖν. — ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, Δῖός τε καὶ Ἥρας, καὶ τῶν ἄλλων δὲ θεῶν ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς·