Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰς πολλὴν δὲ ἀμηχανίαν ἐμπεσόντος αὐτοῦ Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύσσαν, ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσε· τοῦ πάθους δὲ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν ἑταῖρον καὶ ἀδελφιδοῦν Ἱόλαον ἐπεβάλλετο κτείνειν, τοῦ δὲ φεύγοντος, τοὺς ἰδίους παῖδας ἐκ Μεγάρας τῆς Κρέοντος τοῦ βασιλέως θυγατρὸς γενομένους αὐτῷ κατετόξευσεν ὡς πολεμίους.

καὶ μετὰ ταῦτα ἠρέμα καταστὰς ὑπουργεῖ τῷ Εὐρυσθεῖ τοὺς δώδεκα ἄθλους. ἀναιρεῖ δὲ καὶ τοὺς Κενταύρους , μεθ’ ὧν καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικὴ βοώμενον. "

‟ Φᾶσί δὲ ἴδιόν τι συμβῆναι κατὰ τὴν γένεσιν τοῦδε τοῦ θεοῦ. Ζεὺς γὰρ πρώτη μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δὲ Ἀλκμήνῃ τῇ τοὐ Ἡρακλέους μητρί. ταύτην δὲ ἀπὸ Νιόβης ἑκκαιδεκάτην γενεαλογοῦσιν. ἐν ταύτῃ δὲ τὴν πρὸς τὰς θνητὰς ὁμιλίαν κατέλυσεν. "

‟ Ἀλλὰ γὰρ τελέσας τοὺς ἄθλους ὁ Ἡρακλῆς τὴν μὲν ἑαυτοῦ γυναῖκα Μεγάραν συνῴκισεν Ἰόλα τῷ ἀδελφιδῷ διὰ τὴν περὶ τὰ τέκνα συμφοράν· αὐτὸς δὲ Ἰόλην τὴν Εὐρύτου πρὸς γάμον αἰτήσας, μὴ δόντος δὲ τοῦ πατρὸς νοσήσας, χρησμὸν λαμβάνει ἀπολυθήσεσθαι τῆς νόσου, εἰ πρότερον πραθεὶς δουλεύσειεν.

πλεύσας οὖν εἰς τὴν Φρυγίαν ὑπό τινος τῶν φίλων πιπράσκεται, καὶ δοῦλος γίνεται Ὀμφάλης βασιλευούσης τῶν τότε Μαιόνων, νυνὶ δὲ

v.1.p.69
Λυδῶν ὀνομαζομένων. γίνεται δὲ αὐτῷ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόλαος. γήμας δὲ τὴν Ὀμφάλην ποιεῖται καὶ ἐξ αὐτῆς παῖδα.

‟ Ἐπανιὼν δὲ εἰς τὴν Ἀρκαδίαν , καὶ καταλύσας παρ’ Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρα μιγεὶς, καὶ ποιήσας αὐτὴν ἔγκυον, ἐπανῆλθε. "

‟ Καὶ μετὰ ταῦτα πάλιν ἔγημε Δηιάνειραν τὴν Οἰνέως, τετελευτηκότος ἤδη τοῦ Μελεάγρου.

“Λαβὼν δὲ αἰχμάλωτον τὴν Φυλέως θυγατέρα ἐπεμίγη αὐυῇ καὶ ἐτέκνωσε Τληπόλεμον. δειπνῶν δὲ παρ’ Οἰνεῖ τὸν διακονοῦντα περί τι διαμαρτήσαντα κονδύλῳ πατάξας ἀπέκτεινεν.

ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὔηνον ποταμὸν, καταλαμβάνει Νέσσον τὸν Κένταυρον μισθοῦ διαβιβάζοντα τὸν ποταμόν. οὗτος δὲ πρῶτον διαβιβάσας τὴν Δηιάνειραν, καὶ διὰ τὸ κάλλος αὐτῆς ἐρασθεὶς ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ἐπιβοωμένης δὲ αὐτῆς τὸν ἄνδρα ὁ μὲν Ἡρακλῆς ἐτόξευσε τὸν Κένταυρον , ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος , καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων, ἔφησε τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι.

παρεκελεύσατο οὖν λαβοῦσαν τὸν ἐξ αὐτοῦ πεσόντα γόνον, καὶ τούτῳ προσμίξασαν ἔλαιον καὶ τὸ ἀπὸ τῆς ἀκίδος ἀποσταζόμενον αἷμα, χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους. τοῦτο δὲ ποιήσασα Δηιάνειρα κατεῖχε παρ’ ἑαυτῇ τὸ φάρμακον. "

‟ Πάλιν δὲ ὁ Ἡρακλῆς τὴν Φύλαντος θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον ἐγέννησε· καὶ πάλιν Ἀστυάνειραν τὴν Ἀρμενίου τοῦ βασιλέως θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ Κτήσιππον υἱὸν ἐγέννησε .’

‘‘Θέσπιος δὲ ὁ Ἀθηναῖος Ἐρεχθέως παῖς ἐκ

v.1.p.70
διαφόρων γυναικῶν θυγατέρας ἀριθμῷ πεντήκοντα πεποιηκὼς , φιλοτιμησάμενός τε αὐτὰς ἐξ Ἡρακλέους παῖδας κτήσασθαι, καλέσας ἐπί τινα θυσίαν τὸν Ἡρακλέα, καὶ λαμπρῶς αὐτὸν ἑστιάσας, κατὰ μίαν αὐτῷ τῶν θυγατέρων ἀπέστειλεν. ὁ δὲ ἐν μιᾷ νυκτὶ διέφθειρεν τὰς πάσας, καὶ γίνεται πατὴρ τῶν καλουμένων Θεσπιάδων."

‟ Λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον καὶ θυσίαν ἐπιτελῶν, ἀποστείλας ἐπὶ τὴν γυναῖκα Δηιάνειραν ᾔτει ἱμάτιον καὶ χιτῶνα οἶς εἰώθει χρῆσθαι πρὸς τὰς θυσίας· ἡ δὲ τὸν χιτῶνα χρίσασα τῷ παρὰ τοῦ Κενταύρου δεδομένῳ φίλτρῳ ἀποστέλλει.

ὁ δὲ Ἡρακλῆς τὸν χιτῶνα περιθέμενος περιέπεσε συμφορᾷ τῇ μεγίστῃ. τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς Ἐχίσνης ἰὸν ἀπειληφυίας , καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμηναμένου, περιαλγὴς γενόμενος τὸν διακονήσαντα ἀπέκτεινεν, αὐτὸς δὲ κατὰ χρησμὸν πυρὶ ἑαυτὸν παραδοὺς, οὕτως κατέλυσε τὸν βίον. καὶ τὰ μὲν καθ’ Ἡρακλέα τοιαῦτα. "

‘‘Περὶ δὲ τοῦ Ἀσκληπιοῦ φασιν Ἀπόλλωνος υἱὸν εἶναι καὶ Κορωνίδος, ζηλῶσαι δὲ τὴν ἰατρικὴν ἐπιστήμην , ἐπὶ τοσοῦτον δὲ προβῆναι τῇ δόξῃ ὡς πολλοὺς τῶν ἀπεγνωσμένων ἀρρώστων παραδόξως θεραπεύειν· ὥστε τὸν Δία παροξυνθέντα κεραυνῷ βαλόντα αὐτὸν διαφθεῖραι, τὸν δὲ Ἀπόλλωνα διὰ τὴν ἀναίρεσιν τοῦ παιδὸς παροξυνθέντα φονεῦσαι τοὺς τὸν κεραυνὸν τῷ Διὶ κατασκευάσαντας Κύκλωπας· b ἐπὶ δὲ τῇ τούτων τελευτῇ παροξυνθέντα τὸν Δία προστάξαι τῷ Ἀπόλλωνι παρ’ Ἀδμήτῳ, καὶ [*](21 Περὶ δὲ τοῦ — ] Diodorus 4, 71.)

v.1.p.71
ταύτην τὴν τιμωρίαν λαβεῖν παρ’ αὐτοῦ τῶν ἐγκλη μάτων.”

Ταῦτα μὲν οὑν ἐν τῷ τετάρτῳ τῶν βιβλιοθηκῶν ὁ Διόδωρος παρατέθειται. καὶ τὴν λοιπὴν δὲ θεολογίαν πάλιν ὁ αὐτὸς ἐκ τῶν ἄλλων ἐθνῶν μετειληθέναι φησὶ τοὺς Ἕλληνας, γράφων ἐν τῷ τρίτῳ τῆς αὐτοῦ ἱστορίας τάδε

‘‘Φασὶ τοίνυν Ἀτλάντειοι πρῶτον παρ’ αὐτοῖς βασιλεῦσαι Οὐρανὸν, τούτου δὲ γενέσθαι παῖδας ὧν πλειόνων γυναικων πέντε προς τοῖς τεσσαρακοντα, ὡω ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τεπαίας γυναικός, ἥν σώφρονα γενομένην καὶ πολλῶν ἀγαθῶν αἰτίαν ἀποθεωθῆναι μετὰ τὴν τελευτὴν, Γῆν μετονομασθεῖσαν.

γενέσθαι δὲ Οὐρανῷ θυγατέρας Βασίλειαν καὶ Ῥέαν, τὴν καὶ Πανδώραν. τὴν δὲ Βασίλειαν ἐκθρέψασαν τοὺς ἀδελφοὺς μητρὸς εὔνοιαν παρεχομένην μητέρα προσαγορευθῆναι.

ὕστερον δὲ μετὰ τὴν τοῦ Οὐρανοῦ τελευτὴν συνοικήσασαν Ὑπερίονι τῷ ἀδελφῷ γεννῆσαι δύο παῖδας, οὓς καὶ νομάσαι Ἥλιον καὶ Σελήνην.

τοὺς δὲ ἀδελφοὺς· τῆς Ῥέας φοβηθέντας τὸν μὲν Ὑπερίονα κατασφάξαι, τον δὲ Ἥλιον εἰς τὸν Ἠριδανὸν ποταμὸν ἀποπνῖξαι· τὴν δὲ Σελήνην ταῦτα μαθοῦσαν ἀπὸ τέγους ῥῖψαι, τήν δὲ μητέρα ἐμμανῆ γενομένην πλανᾶσθαι κατ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, διὰ τυμπάνον δὲ καὶ κυμβάλων ἐνθεάζουσαν, καὶ ὅλως ἀφανῆ κὶ αὐτὴν γενέσθαι.

τοὺς δὲ ὄχλους θαυμάσαντς τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνηι μεταγαγεῖν ἐπὶ τὰ κατ’ οὐρανὸν ἄστρα, τὴν δὲ μηέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύ [*](8 Φσὶ τοίνυν — ] Diocloriis 3, 5661.)

v.1.p.72
σασθαι, καὶ ταῖς διὰ τυμπάνων καὶ κυμβάλων ἐνεργείαις τιμῆσαι.”