Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Κάδμον τὸν Ἀγήνορός φασιν ἐκ Φοινίκης ὑπὸ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς ἀναζήτησιν τῆς Εὐρώπης , ἣν ὑπὸ Δῖός ἁρπαγῆναι · μὴ εὑρόντα δὲ εἰς Βοιωτίαν ἐλθεῖν κτίσαι τε τὰς αὐτόθι Θήβας, γήμαντα δὲ Ἁρμονίαν τὴν Ἀφροδίτης γεννῆσαι ἐξ αὐτῆς Σεμέλην καὶ τὰς ταύτης ἀδελφάς.

τῇ δὲ Σεμέλῃ Δία μιγέντα παρακληθῆναι τἀς ἐπιπλοκὰς ὁμοίας αὐτῇ ποιήσασθαι ταῖς πρὸς Ἥραν. ἐπελθόντος δὲ αὐτοῦ θεοπρεπῶς μετὰ βροντῶν καὶ ἀστραπῶν, οὐκ ἐνεγκοῦσαν τὴν Σεμέλην ἐγκύμονα οὖσαν ἐκτρῶσαι τὸ βρέφος, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι.

τὸν δὲ Δία λαβόντα τὸ παιδίον παραδοῦναι τῷ Ἑρμῇ, ἐκπέμψαι τε εἰς τὸ ἐν τῇ Νύση ἄντρον, [*](18 Κάδμον — ] Diodorus 4, 2. — 14. — 38.)

v.1.p.65
κείμενον μεταξὺ Φοινίκης τε καὶ Νείλου. οὕτω δὲ τραφέντα τὸν Διόνυσον ὑπὸ τῶν νυμφῶν εὑρετὴν τοῦ οἴνου γενέσθαι, καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνθρώπους.

εὑρεῖν δὲ καὶ τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, τὸ καλούμενον ξύθον · περιφέρειν δὲ στρατόπεδον οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, καὶ τοὺς ἀδίκους καὶ ἀσεβεῖς τῶν ἀνθρώπων κολάζειν. στρατεῦσαι δὲ εἰς τὴν Ἰνδικὴν τριετεῖ χρόνῳ.

ἐντεῦθεν τοὺς Ἕλληνας καταδεῖξαι τριετηρικὰς θυσίας Διονύσῳ, καὶ τὸν θεὸν νομίζειν κατὰ τὸν χρόνον τοῦτον ποιεῖσθαι τὰς παρὰ τοῖς ἀνθρώποις ἐπιφανείας, σέβειν τε αὐτὸν πάντας ἀνθρώπους διὰ τὴν τοῦ οἴνου δόσιν , ὥσπερ καὶ τὴν Δήμητρα διὰ τὴν τῆς τοῦ σίτου τροφῆς εὕρεσιν."

‟ Εἶναι δέ φασι καὶ ἄλλον Διόνυσον πολὺ τοῖς χρόνοις προτεροῦντα τούτου, τὸν ὑπό τινων Σαβάξιον ὀνομαζόμενον, ἐκ Δῖός καὶ Περσεφόνης γεμόμενον · οὗ τὴν γένεσιν καὶ τὰς θυσίας καὶ τὰς τιμὰς νυκτερινὰς καὶ κρυφίους εἰσάγουσιν, διὰ τὴν αἰσχύνην τὴν ἐκ τῆς συνουσίας ἐπακολουθοῦσαν.

ὃν καὶ πρῶτον βοῦς ἐπιχειρῆσαι ζευγνύειν, ἀφ’ οὗ δὴ καὶ κερατίαν αὐτὸν εἰσάγουσι. τὸν δὲ ἐκ Σεμέλης νεώτερον, τρυφερὸν τῷ σώματι, καὶ εὐπρεπείᾳ διενεγκεῖν καὶ πρὸς τὰς ἀφροδισιακὰς ἡδονὰς εὐκατάφορον γεγονέναι φασὶ, κατὰ δὲ τὰς στρατείας γυναικῶν πλῆθος περιάγειν καθωπλισμένας λόγχαις συναποδημεῖν

φασὶ δὲ καὶ τὰς Μούσας αὐτῷ συναποδημεῖν παρθένους οὔσας καὶ πεπαιδευμένας διαφερόντως, ἃς καὶ διὰ μελῳδίας καὶ ὀρχήσεως ψυχαγωγεῖν τὸν θεόν. παιδαγωγόν τε αὐτοῦ Σειληνὸν μεγάλα συμβάλλεσθαι αὐτῷ πρὸς ἀρετήν. πρὸς δὲ τὰς ἐκ τοῦ πλεονάζοντος οἴνου κεφαλαλγίας ἀναδε-

v.1.p.66
δέσθαι τὴν κεφαλὴν μίτρᾳ.

διμήτορα δὲ αὐτὸν προσαγορεύουσι διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς δύο Διονύσους, μητέρων δὲ δυοῖν. νάρθηκα δὲ προσάπτουσιν αὐτῷ, διὰ τὸ πίνοντας ἄκρατον τοὺς παλαιοὺς τὸν οἶνον μανιώδεις γίνεσθαι καὶ ταῖς βακτηρίαις ἀλλήλους τύπτειν, ὡς καὶ ἀναιρεῖσθαί τινας, ὅθεν καὶ ἀντὶ ξύλων νάρθηξι χρῆσθαι καταδεῖξαι.

καλεῖσθαι δὲ αὐτὸν Βάκχιον ἀπὸ τόν Βακχῶν, Ληναῖον δὲ ἀπὸ τοῦ πατεῖσθαι τὰς σταφυλὰς ἐν ληνοῖς, Βρόμιον δὲ ἀπὸ τοῦ κατὰ τὴν γένεσιν αὐτοῦ γενομένου βρόμου.

καὶ Σατύρους δέ φασιν αὐτὸν περιάγεσθαι ἐν ταῖς ὀρχήσεσι καὶ ταῖς τραγῳδίαις τέρψιν αὐτῷ καὶ ἡδονὴν παρέχοντας , καταθεῖξαι δὲ θέατρον καὶ μουσικῶν ἀκροαμάτων σύστημα. τοιαῦτα μὲν τὰ περὶ Διονύσον. "

‟ Τὸν δὲ Πρίαπον υἱὸν εἶναί φασι Διονύσου καὶ Ἀφροδίτης, διὰ τὸ τοὺς οἰνωθέντας ἐντετ6άσθαι ἐντετάσθαι τετάσθαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς. τινὲς δέ φασι τὸ αἰδοῖον τῶν ἀνθρώπων τοὺς παλαιοὺς μυρικῶς Πρίαπον ὀνομάζειν.

ἔνιοι δὲ λέγουσι τὸ γεννητικὸν μόριον αἴτιον ὑπάρχειν τῆς γενέσεως τῶν ἀνθρώπων , καὶ διὰ τοῦτο εἰς ἅπαντα τὸν αἰῶνα τυχεῖν τῆς ἀθανάτου τιμῆς· ὥσπερ οὖν καὶ οἱ Αἰγύπτιοι τὴν Ἶσιν ἔφησαν τὰ μέλη τοῦ Ὀσίριδος ἀναξητοῦσαν, τὸ αἰδοῖον αὐτοῦ μὴ δυναμένην εὑρεῖν, καταδεῖξαι τιμᾶν ὡς θεὸν, καὶ ἀναθεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον.

ἀλλὰ καὶ παρ’ Ἕλλησιν οὐ μόνον ἐν ταῖς Διονυσιακαῖς τελεταῖς, ἀλλὰ καὶ ταῖς ἄλλαις ἁπάσαις οὗτος ὁ θεὸς τυγχάνει τινὸς τιμῆς, μετὰ γέλωτος καὶ παιδιᾶς παρεισαγόμενος ἐν ταῖς θυσίαις· ὡς καὶ τὸν Ἑρμαφρόδιτον , ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηθέντα τυχεῖν τῆς προσηγορίας.

v.1.p.67

τοῦτον δέ φασι τὸν θεὸν κατά τινας χρόνους φαίνεσθαι παρ’ ἀνθρώποις καὶ γεννᾶσθαι τὴν τοὐ σώματος φύσιν ἔχοντα μεμιγμένην ἐξ ἀνδρὸς καὶ γυναικός · κός · ἔνιοι δὲ τὰ τοιαῦτα τέρατα ὑπάρχειν φασὶ, σπανίως τε γεννώμενα σημαντικὰ ποτὲ μὲν κακῶν, ποτὲ δ’ ἀγαθῶν γίνεσθαι. "

‟ Τὰς δὲ Μούσας θυγατέρας εἶναι Δῖός καὶ d Μνημοσύνης, τινὲς δὲ Οὐρανοῦ καὶ Γῆς. παρθένους τε αὐτὰς οἱ πλεῖστοι μυθολογοῦσι, τυχεῖν τε τῆς προσηγορίας ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους , τοῦτο δέ ἐστι διδάσκειν τὰ καλά. "

‘‘Περὶ δὲ τοῦ Ἡρακλέους Ἕλληνες τοιαῦτά φασι · Δανάης τῆς Ἀκρισίου καὶ Δῖός γενέσθαι Περσέα, Πέρσεως δὲ καὶ Ἀνδρομέδας Ἠλεκτρύωνα, ἐκ δὲ τούτου γενέσθαι τὴν Ἀλκμήνην , ᾗ μιγέντα τὸν Δία γεννῆσαι τὸν Ἡρακλέα. μισγόμενον δὲ αὐτῇ τὸν Δία τριπλασίονα τὴν νύκτα ποιῆσαι· μόνην δὲ ταύτην τοῦ Δῖός τὴν ὁμιλίαν οὐκ ἐρωτικῆς ἐπιθυμίας ἕνεκα γενέσθαι, καθάπερ ἐπὶ τῶν ἄλλων γυναικῶν, ἀλλὰ τὸ πλεῖστον τῆς παιδοποιίας χάριν.

τὴν δὲ Ἥραν ξηλοτυποῦσαν ὑποῦσαν παρακατασχεῖν μὲν τῆς Ἀλκμήνης τὰς ὠδῖνας , τὸν δὲ Εὐρυσθέα πρὸ τοῦ καθήκοντος χρόνου πρὸς τὸ φῶς ἀγαγεῖν, τοῦ Δῖός προαγορεύσαντος τὸν τεχθησόμενον κατ’ ἐκείνην τὴν ἡμέραν βασιλεῦσαι τοῦ Περσειδῶν γένους.

τεκοῦσα δὲ ἡ Ἀλκμήνη ἐξέθηκεν, ὥς φασι, τὸ βρέφος, φόβῳ τῆς Ἥρας. τὴν δὲ Ἀθηνᾶν ἀγασθεῖσαν τὸ βρέφος πεῖσαι τὴν Ἥραν ὑποσχεῖν αὐτῷ τὴν θηλήν. τοῦ δὲ παιδὸς ὑπὲρ τὴν ἡλικίαν βιαιότερον ἐπισπασαμένου τὴν θηλὴν ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν, Ἀθηνᾶ δὲ κομίσασα αὐτὸ τὴν μητέρα τρέφειν παρεκελεύ- σατο.’’

v.1.p.68

‟ Μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα θλίψας ἀπέπνιξε τοὺς δράκοντας. ἀνδρὶ δὲ γενομένῳ τῷ Ἡρακλεῖ Εὐρυσθεὺς ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας προστάττει ἄθλους ἐκτελέσαι δώδεκα.