Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Περὶ σχήματος ἀστέρων.

Οἱ Στωϊκοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἥλιον καὶ σελήνην.

Κλεάνθης κωνοειδεῖς.

Ἀναξιμένης ἥλων δίκην καταπεπηγμένων τῷ κρυσταλλοειδεῖ. ἔνιοι δὲ πέταλα πύρινα εἶναι, ὥσπερ κρυσταλλοειδεῖ.

Τοιαῦτα τοῖς θαυμαστοῖς φιλοσόφοις τὰ περὶ ὧν φασι φαινομένων θεῶν ἐξευρήματα. οἷα δὲ καὶ περὶ τοῦ παντὸς διειλήφασιν ἐκ τῆς αὐτῆς μάνθανε τοῦ Πλουτάρχου φωνῆς

‟Πῶς συνέστη ὁ κόσμος.

ὁ τοίνυν κόσμος περικεκλασμένῳ σχήματι ἐσχημάτισται ’τον τρόπον τοῦτον. τῶν ἀτόμων σωματων ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν συνεχῶς τε καὶ τάχιστα κινουμένων, εἰς ταὐτὸ πολλὰ σώματα συνηθροίσθη, καὶ διὰ τοῦτο ποικιλίαν ἔχοντα σχημάτων καὶ μεγεθῶν.

ἀθροιζομένων δὲ ἐν ταυτῷ τούτων, τὰ μὲν ὅσα μείζονα ἦν καὶ βαρύτατα πάντων ὑπεκάθιζεν, ὅσα δὲ μικρὰ καὶ περιφερῆ καὶ λεῖα καὶ εὐολίσθητα, ταῦτα ἐξεθλίβετο κατὰ τὴν σύνοδον τῶν σωμάτων, εἴς τε τὸ μετέωρον ἀνεφέρετο.

ὡς οὖν ἐξέλιπε μὲν ἡ πληκτικὴ δύναμις μετεωρίζουσα, οὐκέτι δὲ ἦγεν ἡ πληγὴ πρὸς τὸ νετεωρον, ἐκωλύετο δὲ ταῦτα φέρεσθαι κάτω , ἐπιέζετο πρὸς τοὺς τόπους τοὺς δυναμένους δέξασθαι. οὗτοι δὲ ἦσαν οἱ πέριξ.

καὶ πρὸς τούτους τὸ πλῆθος τῶν σωμάτων περιεκλᾶτο· περιπλεκόμενα δὲ ἀλλήλοις κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησε. τῆς δ’ αὐτῆς ἐχόμεναι φύσεως αἶ ἄτομοι, ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι, τὴν

v.2.p.398
τῶν ἄστρων φύσιν ἀπετέλουν.

τὸ δὲ πλῆθος τῶν ἀναθυμιωμένων σωμάτων ἐπέπληττε τὸν ἀέρα καὶ τοῦτον ἐξέθλιβε. πνευματούμενος δὲ οὗτος κατὰ τὴν κίνησιν καὶ περιλαμβάνων τὰ ἄστρα συμπεριῆγεν αὐτὰ, καὶ τὴν νῦν περιφορὰν αὐτῶν μετέωρον ἐφύλαττε. κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγενήθη ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων ὁ οὐρανὸς, πῦρ, ἀήρ.

πολλῆς δὲ ὕλης ἔτι περιειλημμένης ἐν τῇ γῇ, πυκνουμένης δὲ ταύτης κατὰ τὰς ἀπὸ τῶν πνευμάτων πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὔρας , προσεθλίβετο πᾶς ὁ μικρομερὴς σχηματισμὸς ταύτης καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα.