Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Τίς ἡ οὐσία τῶν πλανήτων ἄστρων καὶ ἀπλανῶν.

Θαλῆς γεώδη μὲν, ἔμπυρα δὲ τὰ ἄστρα.

Ἐμπεδοκλῆς πύρινα, ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν.

Ἀναξαγόρας τὸν περικείμενον ἀέρα πύρινον μὲν εἷναι κατὰ τὴν οὐσίαν, τῇ δ’ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἀπὸ τῆς γῆς καὶ καταφλέξαντα, τούτους ἠστερικέναι.

Διογενὴς κισσηρώδη τὰ ἄστρα, διαπνοὰς αὐτὰ νομίζει τοῦ κόσμου. πάλιν δὲ ὁ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτοντας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέννυσθαι, καθάπερ τὸν ἐν Αἰγὸς Ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα πέτρινον.

Ἐμπεδοκλῆς τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι.

Πλάτων’ ἐκ μὲν τοὐ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων, κόλλης δίκην.

Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων, σβεννυμένους δὲ καθ’ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ, καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις.

Ἡρακλείδης δὲ καὶ οἶ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ἀέρα τε καὶ] αἰθέρα ἐν τῷ ἀπείρῳ. ταῦτα τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς ἐμφέρεται · κοσμοποιοῦσι γὰρ τῶν ἀστέρων.

Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου.”

v.2.p.397