Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὐ γὰρ πυρὸς τὸ ψύχειν, οὐδε τοῦ ψυχροῦ θερμὰ ποιεῖν. ἀλλ’ ἣ γε ψυχὴ καὶ ἐν ἂλλοις μὲν ζῲοις ἂλλα, τὰ δὲ ἂλλα ποιεῖ, καὶ ἐν τῷ δὲ αὐτῷ τὰ ἐναντία, τὰ μὲν πηγνῦσα, τὰ δὲ χέουσα, καὶ τὰ μὲν πυκνὰ, τὰ δὲ ἀραιὰ, μέλανα, λευκὰ, κοῦφα, βαρέα· καίτοι ἓν ἐδει ποιεῖν, κατὰ τὴν τοῦ σώματος ποιότητά τε τὴν ἂλλην καὶ χρόαν, νῦν δὲ πολλά.”

“Τὰς δὲ δὴ κινήσεις πῶς διαφόρους, ἀλλ’ οὐ μίαν, μιᾶς οὒσης παντὸς σώματος κινήσεως ; εἰ δὲ τῶν μὲν τοῦτο, ἀλλ’ οὐ σώματος ἡ προαίρεσις, οὐδὲ θῶς μὲν τοῦτο, ἀλλ’ οὐ σώματος ἡ προαίρεσις, οὐδέ οἱ λόγοι διάφοροί γε ὂ ντες, ἑνὸς οντος καὶ ἁπλοῦ τοῦ σώματος, καὶ οὐ μετὸν αὐτῷ τοιούτου γε λόγου, ἢ ὃσος δέδοται αὐτῷ παρὰ τοῦ ποιήσαντος θερμὸν αὐτὸ ἢ ψυχρὸν εἶναι.

τὸ δὲ καὶ ἐν χρόνοις αὒξειν, καὶ μέχρι τοσούτου μέτρου, πόθεν ἂν τῷ σώματι αὐτῷ γένοιτο ; ᾧ προσήκει μὲν αὒξεσθαι, αὐτῷ δὲ ἀμοίρῳ τοῦ αὒξειν εἶναι, ἢ ὃσον παραληφθείη ἂν ἐν ὓλης ὂγκῳ ὑπηρετοῦν τῷ δι’ αὐτοῦ τὴν αὒξην ἐργαζομένῳ· καὶ γὰρ εἰ ἡ ψυχὴ σῶμα οὖσα αὒξοι, ἀνάγκη καὶ αὐτὴν αὒξεσθαι. προσθήκη δηλονότι ὁμοίου σώματος. εἰ μέλλει εῖἰς ἲσον ἰέναι τῷ αὐξομένῳ ὑπ’ αὐτῆς. καὶ ἢ ψυχὴ ἒσται τὸ προστιθέμενον, ἢ ἂψυχον σῶμα.

καὶ εἰ μὲν ψυχὴ, πόθεν καὶ πῶς εἰσιούσης καὶ πῶς προστιθεμένης ; εἰ δὲ ἂψυχον τὸ προστιθέμενον, πῶς τοῦτο ψυχὠσεται καὶ τῷ πρόσθεν ὁμογνωμονήσει καὶ ἓν ἒσται καὶ τῶν αὐτῶν δοξῶν τῇ πρώτῳ μεταλήψεται ; ἀλλ’ οὐχ ὣσπερ ξένη ψυχὴ αὓτη ἐν ἀγνοίᾳ ἒσται ὧν ἡ ἑτερα οἶδε· καὶ ὣσπερ ὁ ἂλλος

v.2.p.383
ὄγκος ἡμῶν τὸ μέν τι ἀπορρεύσεται αὐτοῦ, τὸ δέ τι προσελεύσεται, οὐδὲν δὲ ἔσται τὸ αὐτό;

πῶς οὑν ἡμῖν αἱ μνῆμαι; πῶς δὲ ἡ γνῶσις οἰκείων, οὐδέ- ποτε τῇ αὐτῇ ψυχῇ χρωμένων; καὶ μὴν εἰ σῶμά ἐστι, φύσις δὲ σώματος μεριζόμενον εἰς πλείω, ἕκαστον μὴ τὸ αὐτὸ εἶναι τῶν μερῶν τῷ ὅλῳ· εἰ τοσόνδε μέ· γεθος ψυχὴ, ὃ ἂν ἔλαττον ᾖ, ψυχὴ οὐκ ἔσται, ὥσπερ πᾶν ποσὸν ἀφαιρέσει τοῦ εἶναι τὸ πρόσθεν ἠλλάξατο.

εἰ δέ τι τῶν μέγεθος ἐχόντων τὸν ὄγκον ἐλαττωθὲν τῇ ποιότητι ταὐτὸν μένοι, ᾐ μὲν σῶμα, ἕτερόν ἐστι, καὶ ἡ ποσὸν, τῇ δὲ ποιότητι ἑτέρᾳ τῆς ποσότητος οὔσῃ τὸ ταὐτὸν ἀποσώζειν δύναται.

τί τοίνυν φήσουσιν οἶ τὴν ψυχὴν σῶμα εἶναι λέγον- τες; πρῶτον μὲν περὶ ἑκάστου μέρους τῆς ψυχῆς τῆς ἐν τῷ αὐτῷ σώματι, πότερον ἕκαστον ψυχὴ, οἵα ἐστὶ καὶ ἡ ὅλη; καὶ πάλιν τοῦ μέρους τὸ μέρος;

οὐδὲν ἄρα τὸ μέγεθος συνεβάλλετο τῇ οὐσίᾳ αὐτῆς· (καίτοι ἔδει γε, ποσοῦ τινος ὄντος) καὶ ὅλον πολλαχῆ, ὅπερ σώματι παρεῖναι ἀδύνατον, ἐν πλείοσι τὸ αὐτὸ ὅλον εἶναι, καὶ τὸ μέρος ὅπερ τὸ ὅλον ὑπάρχειν.

εἰ δὲ ἕκαστον τῶν μερῶν οὐ ψυχὴν φήσουσιν, ἐξ ἀψύχων ψυχὴ αὐτοῖς ὑπάρξει. καὶ προσέτι, εἰ ψυχῆς ἑκάστης τὸ μέγεθος ὡρισμένον ἔσται ἐφ’ ἑκάτερα, ἢ ἐπὶ τὸ ἔλαττόν γε, ἢ ἐπὶ τὸ μεῖζον, ψυχὴ οὐκ ἔσται.

ὅταν τοίνυν ἐκ συνόδου μιᾶς καὶ ἑνὸς σπέρματος δίδυμα γένηται γεννήματα, ἢ καὶ, ὥσπερ ἐν τοῖς ἄλλοις ζῴοις, πλεῖστα, τοῦ σπέρματος εἰς πολλοὺς τόπους μεριζομένου, οὗ δὴ ὅλον ἕκαστόν ἐστι, πῶς οὐ διδάσκει τοῦτο τοὺς βουλομένους μανθάνειν ὡς ὅπου τὸ μέρος ταὐτόν ἐστι τῷ ὅλῳ, τοῦτο ἐν τῇ αὐτοῦ οὐσίᾳ τὸ ποσὸν εἶναι ὑπερβέβηκεν, ἄποσον δὲ αὐτὸ εἶναι ἐξ ἀνάγκης; οὕτω γὰρ ἂν μένοι τὸ αὐτὸ,

v.2.p.384
τοῦ ποσοῦ κλεπτομένου, ἅτε μὴ μέλον αὐτῷ ποσότητος καὶ ὄγκου, ὡς ἂν τῆς οὐσίας αὐτοῦ ἕτερόν τι οὔσης. ἄποσον ἄρα ἡ ψυχὴ καὶ οἱ λόγοι.”

“ Ὅτι δὲ εἰ σῶμα εἴη ἡ ψυχὴ, οὔτε τὸ αἰσθάνεσθαι, οὔτε τὸ νοεῖν, οὔτε τὸ ἐπίστασθαι, οὔτε ἀρεταὶ ταὶ οὔτετιτῶν καλῶν ἔσται, ἐκ τῶνδεδῆλον. εἴ τι μέλλει αἰσθάνεσθαί τινος, ἕν αὐτὸ δεῖ εἶναι καὶ τῷ αὐτῷ παντὸς ἀντιλαμβάνεσθαι· καὶ εἰ διὰ πολλῶν αἰσθητηρίων πλείω τὰ εἰσιόντα εἴη, ἢ πολλαὶ περὶ ἓν ποιότητες, κἂν δι᾿ ἑνὸς ποικίλον , οἷον πρόσωπον.

οὐ γὰρ ἄλλο μὲν ῥινὸς, ἄλλο δὲ ὀφθαλμοῦ, ἀλλὰ ταυτὸν ὁμοῦ πάντων. καὶ εἰ τὸ μὲν δι᾿ ὀμμάτων, τὸ δὲ δι᾿ ἀκοῆς, ἔν τι δεῖ εἶναι εἰς ὃ ἄμφω· ἢ πῶς ἂν εἴποι ὅτι ἕτερα ταῦτα, μὴ εἰς τὸ αὐτὸ ὁμοῦ τῶν αἰσθημάτων ἐλθόντων ; δεῖ τοίνυν τοῦτο ὥσπερ κέντρον εἶναι, γραμμὰς δὲ συμβαλλούσας ἐκ περιφερείας κύκλου, τὰς πανταχόθεν αἰσθήσεις πρὸς τοῦτο περαίνειν, καὶ τοιοῦτον τὸ ἀντιλαμβανόμενον εἶναι ἓν ὄντως.

εἰ δὲ διεστὼς τοῦτο γένοιτο, καὶ οἷον γραμμῆς ἐπὶ ἄμφω τὰ πέρατα αἱ σίσθήσεις προσβάλλοιεν, ἢ συνδραμεῖται εἰς ἕν καὶ τὸ αὐτὸ πάλιν, οἷον τὸ μέσον ἢ ἄλλο· τὸ δὲ ἄλλο ἑκάτερον ἑκατέρου αἴσθησιν ἔξει, ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἄλλου , σὺ δὲ ἄλλου αἴσθοιο.

καὶ εἰ ὲν εἴη τὸ αἴσθημα, οἷον πρόσωπον, εἰς ἓν συναιρεθήσεται, ὅπερ καὶ φαίνεται · συναιρεῖται γὰρ καὶ ἐν αὐταῖς ταῖς κόραις · (ἢ πῶς ἂν τὰ μέγιστα διὰ ταύταιν ὁρῷτο;) ὥστε ἔτι μᾶλλον εἰς τὸ ἡγεμονοῦν ἰόντα οἷον ἀμερῆ νοήματα γίνεσθαι. καὶ ἔσται ἀμερὲς τοῦτο, ἢ μεγέθει ὄντι τούτῳ συμμερίζοιτο ἂν, ὥστε ἄλλον ἄλλου μέρους καὶ μηδένα ἡμῶν ὅλου τοῦ αἰσθητοῦ τὴν ἀντίληψιν ἴσχειν.

ἀλλὰ γὰρ ἕν ἐστι τὸ πᾶν· πῶς γὰρ ἂν καὶ διαιροῖτο; οὐ γὰρ δὴ

v.2.p.385
τὸ ἴσον τῷ ἴσῳ ἐφαρμόσει, ὅτι οὐκ ἴσον τὸ ἡγεμονοῦν παντὶ αἰσθητῷ. κατὰ πηλίκα οὖν ἡ διαίρεσις; ἢ εἰς τοσαῦτα διαιρεθήσεται, καθ’ ὅσον ἂν ἀριθμοῦ ἔχῃ εἰς ποικιλίαν τὸ εἰσιὸν αἴσθημα;

καὶ ἕκαστον δὴ ἐκείνων τῶν μερῶν τῆς ψυχῆς ἄρα καὶ τοῖς μορίοις αὐτοῦ αἰσθήσεται. ἢ ἀναίσθητα τὰ μέρη τῶν μορίων ἔσται; ἀλλὰ ἀδύνατον. εἰ δὲ ὁτιοῦν παντὸς αἰσθήσεται, εἰς ἄπειρα διαιρεῖσθαι τοῦ μεγέθους πεφυκότος, ἀπείρους καὶ αἰσθήσεις καθ’ ἕκαστον αἰσθητὸν συμβήσεται γίγνεσθαι ἑκάστῳ, οἷον τοῦ αὐτοῦ ἀπείρους ἐν τῷ ἡγεμονοῦντι ἡμῶν εἰκόνας.

καὶ μὴν σώματος ὄντος τοῦ αἰσθανομένου, οὐκ ἂν ἄλλῳ τρόπῳ γένοιτο τὸ αἰσθάνεσθαι ἢ οἷον ἐν κηρῷ ἐνσημανθεῖσαι ἀπὸ δακτυλίων σφραγῖδες, εἴτ’ οὖν εἰς αἷμα εἴτ’ οὖν εἰς ἀέρα τῶν αἰσθημάτων ἐνσημαινομένων. εἰ μὲν οὖν ὡς ἐν σώμασιν ὑγροῖς, ὅπερ καὶ εὔλογον, ὥσπερ εἰς ὕδωρ, συγχυθήσεται, καὶ οὐκ ἔσται μνήμη·

εἰ δ’ ἐμμενοῦσιν οἶ τύποι, ἣ οὐκ ἔστιν ἄλλους ἐνσημαίνεσθαι ἐκείνων κατεχόντων, ὥστε ἄλλαι αἰσθήσεις οὐκ ἔσονται, ἢ γιγνομένων ἄλλων ἐκεῖνοι οἶ πρότερον ἀπολοῦνται, ὥστε οὐδὲν ἔσται τὸ μνημονεύειν. εἰ δέ ἐστι τὸ μνημονεύειν καὶ ἄλλων αἰσθάνεσθαι ἐπ’ ἄλλοις, οὐκ ἐμποδιζόντων τῶν πρόσθεν, ἀδύνατον τὴν ψυχὴν σῶμα εἶναι.”

“Ἴδοι δ’ ἄν τις καὶ ἐκ τῆς τοῦ ἀλγεῖν αἰσθήσεως τὸ αὐτὸ τοῦτο. ὅταν δάκτυλον λέγηται ἀλγεῖν ἄνθρωπος, ἡ μὲν ὀδύνη περὶ τὸν δάκτυλον δήπουθεν, ἡ δὲ αἴσθησις τοῦ ἀλγεῖν δῆλον ὅτι ὁμολογήσουσιν ὡς περὶ τὸ ἡγεμονοῦν γίγνεται. ἄλλου δὴ ὄντος τοῦ πονοῦντος μέρους, τοῦ πνεύματος τὸ ἡγε- μονοῦν αἰσθάνεται, καὶ ὅλη ψυχὴ τὸ αὐτὸ πάσχει.

πῶς οὖν τοῦτο συμβαίνει; διαδόσει, φήσουσι,

v.2.p.386
παθόντος μὲν πρώτως τοῦ περὶ τὸν δάκτυλον ψυχι- κοῦ πνεύματος, μεταδόντος δὲ τῷ ἐθεφῆς, καὶ τούτου ἄλλῳ, ἕως οὗ πρὸς τὸ ἠγεμονοῦν ἀφίκοιτο.