Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Εέ έστιν ἀθάνατος ἕκαστος ἡμῶν, ἤ φθείρεται πᾶς, ἤ φθείφεται πᾶς, ἤ τὰ μὲν αὐτοῦ ἄπεισιν εἰς σκέδασιν καὶ φθορὰν, τὰ δὲ μένει εἰσαεὶ ἅπεισιν εἰς σκέδασιν καὶ φθορὰν, τὰ δὲ μένει εἰσαεὶ ἅπερ ἐστὶν, αὐτὸς ὧδ’ ἄν τις μάθοι κατὰ φύσιν ἐπισκοπούμενος.

ἁπλοῦν μὲν δή τι οὺκ ἄν εἴη ἄνθρωπος, ἀλλ’ ἔστιν ἐν αὐτῷ ψυχὴ, ἔχει δὲ καὶ σῶμα· εἴτ’ οὖν ὡς ὄργανον ἡμῖν, εἴτε ἕτερον τρόπον προσηρτημένον, ἀλλ’ οὖν διῃρήσθω γε ταύτῃ, καὶ ἐκατέρου τὴν φύσιν τε καὶ οὐσίαν καταθεατέον.

Τὸ μὲν δὴ σῶμα, καὶ αὐτὸ συγκείμενον, οὔτε παρὰ τοῦ λόγου δύναται μένειν, ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου γε τῶν ἐνόντων πρὸς τὸ αὑτοῦ φερομένου, φθείροντός τε ἄλλου ἕτερον καὶ μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα ποιοῦσα μὴ παρῇ τοῖς ὄγκοις.

κἄν μονωθῇ δὲ ἕκαστον γινόμενον, ἕν οὑκ ἔστι, λύσιν δεχόμενον εἴς τε μορφὴν c καὶ ὕλην, ἐξ ὧν ἀνάγκη καὶ τὰ ἀπλᾶ τῶν σωμάτων τὰς συστάσεις ἔχειν. Καὶ μέγεθος ἔχοντα, ἅτε σώματα ὄντα, τεμνόμενά τε καὶ εἰς μικρὰ θραυόμενα, καὶ ταύτῃ φθορὰν ἄν ὑπομένοι.

ὥστε εἰμὲν μέρος ἡμῶν τοῦτο, οὐ τὸ πᾶν ἀθάνατοι, εἰ δ’ ἄργανον, ἔδει γε αὐτὸ εἰς χρόνον τινὰ δοθὲν τοιοῦτον τὴν φύσιν εἶναι. τὸ δὲ κυριώτατον καὶ αὐτὸς ὁ ἄνθρωπος εἴη ἄη ἄν ἤ κατὰ τὸ εἶδος ὡς πρὸς ὕλην τὸς ὁ ἄνθρωπος εἴη ἄν ἤ κατὰ τὸ εἶδος ὡς πρὸς ὕλην τὸ [*](5 Πλωτίνου] 4, 7. p. 456.)

v.2.p.379
σῶμα, ἢ κατὰ τὸ χρώμενον ὡς πρὸς ὄργανον. ἐκατέρως δὲ ἡ ψυχὴ .αὐτός.”

“ Τοῦτο οὖν τίνα φύσιν ἔχει ; ἢ σῶμα μὲν ὂν πάντως ἀναλυτέον· σύνθετον γὰρ πᾶν γε σῶμα· εἰ δὲ μὴ σῶμα εἴη, ἀλλὰ φύσεως ἄλλης, κἀκείνην ἢ κατὰ τὸν αὐτὸν τρόπον, ἢ κατὰ ἄλλον σκεπτέον. πρῶτον δὲ σκεπτέον εἰς ὅ τι δεῖ τοῦτο τὸ σῶμα, ὃ λέγουσι ψυχὴν, ἀναλύειν.

ἐπεὶ γὰρ ζωὴ ψυχῇ πάρεστιν ἐξ ἀνάγκης, ἀνάγκη τοῦτο τὸ σῶμα τὴν ψυχὴν, εἰ μὲν ἐκ δύο σωμάτων ἢ πλειόνων εἴη , ἤτοι ἑκάτερον αὐτῶν, ἢ ἕκαστον ζωὴν σύμφυτον ἔχειν· ἢ τὸ μὲν ἔχειν, τὸ δὲ μὴ, ἢ μηδέτερον ἔχειν. εἰ μὲν δὴ ἐνὶ αὐτῶν προσείη τὸ ζῆν , αὐτὸ τοῦτο ἂν εἴη ψυχή.

τί ἂν οὖν εἴη σῶμα, ζωὴν παρ᾿ αὑτοῦ ἔχον; πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄψυχα παρ᾿ αὑτῶν· καὶ ὅτῳ πάρεστι τούτων ψυχὴ, τοῦτο ἐπακτῷ κέχρηται ζωῇ, ἄλλα δὲ παρὰ ταῦτα σώματα οὐκ ἔστι. οἷς δὲ δοκεῖ εἶναι στοιχεῖα, τούτων ἕτερα σώματα, οὐ ψυχαὶ ἐλέχθησαν εἶναι, οὐδὲ ζωὴν ἔχοντα. εἰ δὲ μηδενὸς αὐτῶν ζωὴν ἔχοντος ἡ σύνοδος πεποίηκε ζωὴν, ἄτοπον.

εἰ δὲ ἕκαστον ζωὴν ἔχει, καὶ ἓν ἀρκεῖ· μᾶλλον δὲ ἀδύνατον συμφόρησιν σωμάτων ζωὴν ἐργάζεσθαι καὶ νοῦν γεννᾶν τὰ ἀνόητα. καὶ δὴ καὶ οὐχ ὁπωσοῦν κραθέντα ταῦτα φήσουσι γενέσθαι. δεῖ ἄρα εἶναι τὸ τάξον καὶ τὸ τῆς κράσεως αἴτιον· ὥστε τοῦτο τάξιν ἂν ἔχοι ψυχῆς.

οὐ γὰρ ὅτι σύνθετον, ἀλλ᾿ οὐδὲ ἁπλοῦν ἂν εἴη σῶμα ἐν τοῖς οὖσιν, ἄνευ ψυχῆς οὔσης ἐν τῷ παντὶ, εἴπερ λόγος προσελθὼν τῇ ὕλῃ σῶμα ποιεῖ, οὐδαμόθεν δ᾿ ἂν προσέλθοι λόγος ἢ παρὰ ψυχῆς.”

“Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ ἀτόμους ἢ ἀμερῆ συνελθόντα ψυχὴν ποιεῖν λέγοι, τῇ ἐνώσει καὶ ὁμοιο-

v.2.p.380
παθείᾳ ἐλέγχοιτ’ ἂν καὶ τῇ παραθέσει· μὴ δι’ ὅλου, οὐ γινομένου ἑνὸς, οὐδὲ συμπαθοῦς ἐξ ἀπαθῶν , καὶ μὴ ἑνοῦσθαι δυναμένων σωμάτων· ψυχὴ δὲ ἑαυτῇ συμπαθής · ἐκ δὲ ἀμερῶν σῶμα οὐδὲ μέγεθος ἂν γένοιτο.

καὶ μὴν εἰ ἁπλοῦ ὄντος τοῦ σώματος, τὸ μὲν ὅσον ὑλικὸν παρ’ αὑτοῦ ζωὴν ἔχειν οὐ φήσου- σιν· ὕλη γὰρ ἄποιον) τὸ δὲ κατὰ τὸ εἶδος τεταγμέ- νον ἐπιφέρειν τὴν ζωήν· εἰ μὲν οὐσίαν φήσουσι τὸ εἶδος τοῦτο εἶναι, οὐ τὸ συναμφότερον, θάτερον δὲ τούτων ἔσται ἡ ψυχή · καὶ οὐκ ἔστ’ αὖ σῶμα , οὐ γὰρ ἐξ ὕλης καὶ αὐτὸ, ἢ πάλιν τὸν αὐτὸν τρόπον ἀναλύ- σομεν.

εἰ δὲ πάθημα τῆς ὕλης, ἀλλ’ οὐκ οὐσίαν φήσουσιν εἶναι, ἀφ’ οὗ τὸ πάθημα καὶ ἡ ζωὴ εἰς τὴν ὕλην ἐλήλυθε λεκτέον αὐτοῖς. οὐ γὰρ δὴ ἡ ὕλη ἑαυ- τὴν μορφοῖ, οὐδὲ ἑαυτῇ ψυχὴν ἐντίθησι. δεῖ ἄρα τι εἶναι τὸ χορηγὸν ζωῆς, εἴτε τῇ ὕλῃ ἡ χορηγία, εἴθ’ ὁτῳοὺν τῶν σωμάτων, ἔξω ὂν καὶ ἐπέκεινα σωμα- τικῆς φύσεως , ἐπεὶ οὐδ’ ἂν εἴη σῶμα οὐδὲν ψυχι- κῆς δυνάμεως οὐκ οὔσης.

ῥεῖ γὰρ, καὶ ἐν φορᾷ αὐτοῦ ἡ φύσις, καὶ ἀπόλοιτ’ ἂν ὡς τάχιστα, εἰ πάντα σώματα εἴη, κἂν εἰ ὄνομα ἐνὶ αὐτῶν ψυχήν τις θεῖτο. τὰ αὐτὰ γὰρ ἂν πάθοι τοῖς ἄλλοις σώμασιν, ὕλης μιᾶς οὔσης αὐτοῖς. μᾶλλον δὲ οὐδ’ ἂν γένοιτο, ἀλλὰ στήσεται ἐν ὕλῃ τὰ πάντα, μὴ ὄντος τοῦ μορφοῦντος αὐτήν.

τάχα δ’ ἂν οὐδ’ ἂν ἡ ὕλη τὸ παράπαν εἴη. λυθήσεται δὲ καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ πιστεύσειε σώματος συνέρξει , διδοὺς αὐτῷ ψυχῆς τάξιν, μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκε- δαστοτάτῳ, καὶ τῷ ἐνὶ εἶναι ἔχοντι οὐ παρ’ αὑτοῦ. πῶς γὰρ τεμνομένων τῶν πάντων σωμάτων ᾡτινιοῦν τις ἀνατιθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ gφερόμενον εἰκῆ ποιήσει;

τίς γὰρ τάξις ἐν πνεύματι

v.2.p.381
δεομένῳ παρὰ ψυχῆς τάξεως, ἢ λόγος, ἢ νοῦς; ἀλλὰ ψυχῆς μὲν οὔσης ὑπουργὰ ταῦτα πάντα αὐτῇ εἰς ρἰςσύστασιν καὶ ζῴου ἑκάστου, ἄλληςπαρ’ ἄλλου δυνάμεως εἰς τὸ ὅλον συντελούσης, ταύτης δὲ μὴ παρούσης ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει.”

“Μαρτυροῦσι δὲ καὶ αὐτοὶ ὑπὸ τῆς ἀληθείας ἀγόμενοι ὡς δεῖ τι πρὸ τῶν σωμάτων εἶναι κρεῖττον αὐτῶν ψυχῆς εἶδος, ἔννουν τὸ πνεῦμα καὶ πῦρ νοερὸν τιθέμενοι, ὥσπερ ἄνευ πυρὸς ἢ πνεύματος οὐ δυναμένης τῆς κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι, τόπον δὲ ζητούσης εἰς τὸ ἱδρυθῆναι, δέον ζητεῖν ὅπου τὰ σώματα ἱδρύσουσιν, ὡς ἄρα δεῖ ταῦτα ἐν ψυχῆς δυνάμεσιν ἱδρῦσθαι.

εἰ δὲ μηδὲν παρὰ τὸ πνεῦμα τὴν ζωὴν καὶ τὴν ψυχὴν τίθενται, τὸ δὲ πολυθρύλητον αὐτοῖς πῶς ἔχει, εἰς ὃ καταφεύγουσιν, ἀναγκαζόμενοι τίθεσθαι ἄλλην παρὰ τὰ σώματα φύ- σιν δραστήριον; εἰ οὖν οὐ πᾶν μὲν πνεῦμα ψυχὴ, ὅτι μυρία πνεύματα ἄψυχα, τὸ δέ πως ἔχον πνεῦμα φήσουσι· τό πως ἔχον τοῦτο, καὶ ταύτην τὴν σχέσιν, ἢ τῶν ὄντων τι φήσουσιν, ἢ μηδέν.

ἀλλ’ εἰ μὲν μηδὲν, πνεῦμα ἂν εἴη μόνον, τὸ δέ πως ἔχον ὄνομα· καὶ οὕτω συμβήσεται αὐτοῖς οὐδὲ ἄλλο οὐδὲν εἶναι λέγειν ἢ τὴν ὕλην· καὶ ψυχὴν καὶ θεὸν καὶ ὄνομα τὰ πάντα, ἐκεῖνο δὲ μόνον. εἰ δὲ τῶν ὄντων ἡ σχέσις, καὶ ἄλλο παρὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην, ἐν ὕλῃ μὲν, ἄυλον δὲ αὐτὸ τῷ μὴ πάλιν αὖ συγκεῖσθαι ἐξ ὕλης, λόγος ἂν εἴη τις, καὶ οὐ σῶμα, καὶ φύσις ἑτέρα

ἔτι δὲ καὶ ἐκ τῶνδε οὐχ ἧττον φαίνεται ἀδύνατον ὂν τὴν ψυχὴν εἶναι σῶμα ὁτιοῦν. ἢ γὰρ θερμόν ἐστιν ἢ ψυχρὸν, ἢ σκληρὸν ἢ μαλακὸν, ὑγρόν τε ἢ πεπηγὸς, μέλαν τε ἢ λευκὸν, καὶ πάντα ὅσα ποιότητες σωμάτων ἄλλαι ἐν ἄλλοις. καὶ εἰ μὲν θερμὸν,

v.2.p.382
μόνον θερμανεῖ, ψυχρὸν δὲ μονον ψύξει, καὶ κοῦφα ποιήσει τὸ κουφον προσγενόμενον καὶ παρὸν,καὶ βαρυνεῖ τὸ βαρὺ, καὶ μελανεῖ τὸ μέλαν, καὶ τὸ λευκὸν λευκὸν ποιήσει.