Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Καρνεάδης δὲ ἐκδεξάμενος παρ’ Ἡγησίνου,

v.2.p.276
οὗ χρεὼν φυλάξαι ὅσα ἀκίνητα καὶ ὅσα κεκινημένα ἦν, τούτου μὲν ἠμέλει, εἰς δ’ Ἀρκεσίλαον, εἴτ’ οὖν ἀμείνω εἴτε καὶ φαυλότερα ἦν, ἐπανενεγκὼν διὰ μακροῦ τὴν μάχην ἀνενέαζε.”

Καὶ ἐξῆς ἐπιλέγει

“Ἦγε δ’ οὖν καὶ οὗτος καὶ ἀπέφερεν, ἀντιλογίας τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων, ἐξαρνητικός τε καὶ καταφατικός τε ἦν κἀμφοτέρωθεν ἀντιλογικός· εἴτε που ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγείρετο λάβρος οἶον ποταμὸς ῥοώδης, πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τἀκεῖθι, καὶ εἰσέπιπτε καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου.

τοιγαροῦν ἀπάγων τοὺς ἄλλους αὐτὸς ἔμενεν ἀνεξαπάτητος, ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. ἐκεῖνος γὰρ περιερχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ἠσθῆσθαι, πεπεῖσθαι δ’ ἀληθῆ εἶναι ἃ λέγει διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων.

κακὸν δὲ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ, μὴ χαλάσας τι σμικρὸν, ὑφ’ οὗ οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας, τοῦ εἶναι τόδε τι ζῷον ἢ μὴ ζῷον εἶναι.

τοῦτο οὖν ὑπανεὶς, ὥσπερ οἷ ἀναχάζοντες θῆρες βιαιότερον καὶ μᾶλλον ἑαυτοὺς ἱεῖσιν εἰς τἀς αἰχμὰς, καὐτὸς ἐνδοὺς δυνατώτερον ἐπελθεῖν. ἐπεί τε ὑποσταίη τε καὶ εὖ τύχοι, τηνικαῦτα ἤδη καὶ οὑ προυδέδεκτο ἑκὼν ἠμέλει καὶ οὐκ ἐμέμνητο.

τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος τῆς ζητήσεως τρόπῳ, παλαιστοῦ δεινοῦ λαβὴν δοὺς περιεγίγνετο ἔνθεν. κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχὼν οὐδέτερον εἶπε

v.2.p.277
βεβαίως καταλαμβάνεσθαι. ἢν γοῦν λῃστὴς καὶ γόης σοφώτερος.

παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον, καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἷναι οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου, ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ.

ἢν οὖν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ὠοῦ κηρίνου πρὸς τὸ ἀληθινὸν θινὸν ὠόν.

συνέβαινεν οὖν τὰ κακὰ καὶ πλείω. καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίξετο. ἦν δὲ κλέπτων μὲν ἀφανὴς, φαινόμενος δὲ λῃστὴς, αἱρῶν καὶ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ σφόδρα παρεσκευασμένους.

πάσα γοῦν Καρνεάδου διάνοια ἐνίκα καὶ οὐδεμία ἡτισοῦν ἄλλως, ἐπεὶ καὶ οἶς προσεπολέμει ἦσαν εἰπεῖν ἀδυνατώτεροι.

Ἀντίπατρος γοῦν ὁ κατ’ αὐτὸν γενόμενος ἔμελλε μὲν ἀγωνιᾶν τι γράφειν, πρὸς δ’ οὖν τοὺς ἀπὸ Καρνεάδου καθ’ ἡμέραν ἀποφερομένους λόγους οὔποτε ἐδημοσίευσεν, οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις, οὐδὲ εἶπεν, οὐδὲ ἐφθέγξατο, οὐδ’ ἤκουσέ τις αὐτοῦ, φασὶν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο καὶ γωνίαν λαβὼν βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὔτε νῦν δυνάμενα, καὶ τότε ἦν ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην.

ὅμως δὲ, καίτοι καὐτὸς ὑπὸ τῆς Στωϊκῆς φιλονεικίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους δι’ ἀπορρήτων ὡμολόγει τε καὶ ἠλήθευε καὶ ἀπεφαίνετο ἃ κἂν ἄλλος τῶν ἀπιτυχόντων.”

Εἶτα ἑξῆς φησι

“Καρνεάδου δὲ γίνεται γνώριμος Μέντωρ μὲν πρῶτον, οὐ μὴν διάδοχος· ἀλλ’ ἔτι ζῶν Καρνεάδης

v.2.p.278
ἐπὶ παλλακῇ μοιχὸν εὑρὼν, οὐχ ὑπὸ πιθανῆς φαντασίας, οὐδ’ ὡς μὴ κατειληφὼς, ὡς δὲ μάλιστα πιστεύων τῇ ὄψει καὶ καταλαβὼν παρῃτήσατο τῆς διατριβῆς. ὁ δὲ ἀποστὰς ἀντεσοφίστευε καὶ ἀντίτεχνος ἦν, ἐλέγχων αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀκαταληψιαν.“

Καὶ πάλιν ἐπιφέρει λέγων

“Ὁ δὲ Καρνεάδης, οἷον ἀντεστραμμένα φιλοσοφῶν, τοῖς ψεύσμασιν ἐκαλλωπίζετο καὶ ὑπ’ αὐτοῖς τὰ ἀληθῆ ἠφάνιζε. παραπετάσμασιν οὖν ἐχρῆτο τοῖς ψεύσμασι, καὶ ἠλήθευεν ἔνδον λανθάνων καπηλικώτερον. ἔπασχεν οὖν πάθημα ὀσπρίων, ὧν τὰ μὲν κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρηστὰ δὲ αὐτῶν ἐστι κάτω καὶ ἐν ἀφανεῖ.”

Ταῦτα καὶ περὶ Καρνεάδου λέγεται. διάδοχος δ’ αὐτοῦ τῆς διατριβῆς καθίσταται Κλειτόμαχος, μεθ’ ὃν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονευει ταύτα